Thesauros Literature miscellany Ποικίλη ἱστορία

Ποικίλη ἱστορία

Ποικίλη ἱστορία Aelian 3rd cent

Book 5

6 ἄξιον δὲ καὶ τὸ Καλανοῦ τοῦ Ἰνδοῦ τέλος ἐπαινέσαι· ἄλλος δʼ ἂν εἶπεν ὅτι καὶ ἀγασθῆναι. ἐγένετο δὲ τοιοῦτον. Καλανὸς ὁ Ἰνδῶν σοφιστὴς μακρὰ χαίρειν φράσας Ἀλεξάνδρῳ καὶ Μακεδόσι καὶ τῷ βίῳ, ὅτε ἐβουλήθη ἀπολῦσαι αὑτὸν ἐκ τῶν τοῦ σώματος δεσμῶν, ἐνένηστο μὲν ἡ πυρὰ ἐν τῷ καλλίστῳ προαστείῳ τῆς Βαβυλῶνος, καὶ ἦν τὰ ξύλα αὖα καὶ πρὸς εὐωδίαν εὖ μάλα ἐπίλεκτα κέδρου καὶ θύου καὶ κυπαρίττου καὶ μυρσίνης καὶ δάφνης· αὐτὸς δὲ γυμνασάμενος γυμνάσιον τὸ εἰωθός ʽἦν δὲ αὐτὸ δρόμοσʼ, ἀνελθὼν ἐπὶ μέσης τῆς πυρᾶς ἔστη ἐστεφανωμένος καλάμου κόμῃ. καὶ ὁ μὲν ἥλιος αὐτὸν προσέβαλλεν, ὃ δὲ αὐτὸν προσεκύνει, καὶ τοῦτο ἦν τὸ σύνθημα ἐς τὸ ἐξάπτειν τὴν πυρὰν τοῖς Μακεδόσι. καὶ τὸ μὲν δέδρατο, ὃ δὲ περιληφθεὶς ὑπὸ τῆς φλογὸς ἀτρέπτως εἱστήκει, καὶ οὐ πρότερον ἀνετράπη πρὶν ἢ διελύθη. ἐνταῦθά φασιν ἐκπλαγῆναι καὶ τὸν Ἀλέξανδρον καὶ εἰπεῖν ὅτι μείζονας ἀντιπάλους αὐτοῦ Καλανὸς κατηγωνίσατο. ὃ μὲν γὰρ πρὸς Πῶρον καὶ Ταξίλην καὶ Δαρεῖον διήθλησεν, ὁ δὲ Καλανὸς πρὸς τὸν πόνον καὶ τὸν θάνατον.
7 οἱ μὲν Σκύθαι περὶ τὴν ἑαυτῶν πλανῶνται· Ἀνάχαρσις δὲ ἅτε ἀνὴρ σοφὸς καὶ περαιτέρω προήγαγε τὴν πλάνην. ἧκε γοῦν ἐς τὴν Ἑλλάδα, καὶ ὁ Σόλων ἐθαύμασεν αὐτόν.
8 τὰ σκώμματα καὶ αἱ λοιδορίαι οὐδέν μοι δοκεῖ δύνασθαι. ἐὰν γὰρ στερεᾶς γνώμης λάβηται, καταλέλυται· ἐὰν δὲ ἀγεννοῦς καὶ ταπεινῆς, ἴσχυσε καὶ οὐ μόνον ἐλύπησε πολλάκις, ἀλλὰ καὶ ἀπέκτεινε. τούτων ἀπόδειξις ἐκεῖνα ἔστω, Σωκράτης μὲν κωμῳδούμενος ἐγέλα, Πολίαγρος δὲ ἀπήγξατο.
9 Ἀριστοτέλης ἀσωτευσάμενος τὰ ἐκ τοῦ πατρὸς χρήματα ὥρμησεν ἐπὶ στρατείαν, εἶτα ἀπαλλάττων κακῶς ἐν τούτῳ φαρμακοπώλης ἀνεφάνη. παρεσρυεὶς δὲ ἐς τὸν Περίπατον καὶ παρακούων τῶν λόγων, ἀμείνων πεφυκὼς πολλῶν εἶτα ἕξιν περιεβάλετο, ἣν μετὰ ταῦτα ἐκτήσατο.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme