Thesauros Literature miscellany Ποικίλη ἱστορία

Ποικίλη ἱστορία

Ποικίλη ἱστορία Aelian 3rd cent

Book 5

10 νηίτην στόλον Ἀθηναῖοι εἰργάζοντο ἑαυτοῖς ἀεὶ φιλοπόνως. κατὰ χρόνους δὲ τὰ μὲν κατορθοῦντες τὰ δὲ ἡττώμενοι ἀπώλεσαν τριήρεις μὲν ἐν Αἰγύπτῳ διακοσίας σὺν τοῖς πληρώμασι, περὶ Κύπρον δὲ πεντήκοντα καὶ ἑκατόν, ἐν Σικελίᾳ τετταράκοντα καὶ διακοσίας, ἐν δὲ Ἑλλησπόντῳ διακοσίας. ὁπλῖται δὲ ἀπώλοντο αὐτοῖς ἐν Σικελίᾳ μυριάδες τέτταρες, χίλιοι δὲ ἐν Χαιρωνείᾳ.
11 ὁ Θρᾳκῶν βασιλεὺς ʽτὸ δὲ ὄνομα λεγέτω ἄλλοσʼ, ὅτε ὁ Ξέρξης ἐπὶ τὴν Ἑλλάδα ἐστράτευσεν, ἐς Ῥοδόπην τὸ ὄρος ἀπέδρα, τοῖς δὲ ἓξ παισὶν αὑτοῦ συνεβούλευε μὴ στρατεύειν ἐπὶ τὴν Ἑλλάδα. οἳ δὲ οὐκ ἐπείσθησαν· ὑποστρέψαντας δὲ αὐτοὺς πάντας ἐξετύφλωσε, μὴ ποιήσας Ἑλληνικά.
12 οὐ δύναμαι δὲ Ἀθηναίων μὴ οὐ φιλεῖν ταῦτα. ἐκκλησίας οὔσης Ἀθηναίοις παρελθὼν ὁ Δημάδης ἐψηφίσατο θεὸν τὸν Ἀλέξανδρον τρισκαιδέκατον. τῆς δὲ ἀσεβείας ὁ δῆμος τὸ ὑπερβάλλον μὴ ἐνεγκών, ζημίαν ἐτιμήσαντο τῷ Δημάδῃ ταλάντων ἑκατόν, ὅτι θνητὸν δὴ τὸν Ἀλέξανδρον ὄντα ἐνέγραψε τοῖς Ὀλυμπίοις.
13 Ἠσαν δὲ ἄρα Ἀθηναῖοι δεινῶς ἐς τὰς πολιτείας εὐτράπελοι καὶ ἐπιτήδειοι πρὸς τὰς μεταβολὰς παντὸς μᾶλλον. βασιλείαν μὲν γὰρ ἤνεγκαν σωφρόνως ἐπὶ Κέκροπος καὶ Ἐρεχθέως καὶ Θησέως καὶ τῶν Κοδριδῶν κάτω, τυραννίδος δὲ ἐπειράθησαν ἐπὶ τῶν Πεισιστρατιδῶν, ἀριστοκρατίᾳ δὲ ἐχρήσαντο μέχρι τῶν τετρακοσίων· εἶτα ὕστερον δέκα τῶν πολιτῶν καθʼ ἕκαστον ἔτος ἦρχον τῆς πόλεως, τελευταῖον δὲ ἐγένετο ἀναρχία περὶ τὴν τῶν τριάκοντα κατάστασιν. ταύτην δὲ τὴν οὕτως ἀγχίστροφον μεταβολὴν τοῦ τρόπου εἰ ἐπαινεῖν χρή, ἀλλὰ ἔγωγε τοῦτο οὐκ οἶδα.
14 νόμος καὶ οὗτος Ἀττικός. ὃς ἂν ἀτάφῳ περιτύχῃ σώματι ἀνθρώπου, πάντως ἐπιβάλλειν αὐτῷ γῆν, θάπτειν δὲ πρὸς δυσμὰς βλέποντας. καὶ τοῦτο δὲ ἦν φυλαττόμενον παρʼ αὐτοῖς. βοῦν ἀρότην καὶ ὑπὸ ζυγὸν πονήσαντα σὺν ἀρότρῳ ἢ καὶ σὺν τῇ ἁμάξῃ, μηδὲ τοῦτον θύειν, ὅτι καὶ οὗτος εἴη ἂν γεωργὸς καὶ τῶν ἐν ἀνθρώποις καμάτων κοινωνός.
15 ὅτι δικαστήρια ἦν Ἀττικὰ περὶ μὲν τῶν ἐκ προνοίας ἀποκτεινάντων ἐν Ἀρείῳ πάγῳ, περὶ δὲ τῶν ἀκουσίως ἐπὶ Παλλαδίῳ· περὶ δὲ τῶν κτεῖναι μὲν ὁμολογούντων, ἀμφισβητούντων δὲ ὅτι δικαίως, ἐπὶ Δελφινίῳ ἐγίνοντο αἱ εὐθύναι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme