Book 8
10
Σόλωνα αἱρετὸν Ἀθηναῖοι προείλοντο ἄρχειν αὐτοῖς, οὐ γὰρ κληρωτὸν τοῦτον. ἐπεὶ δὲ ᾑρέθη, τά τε ἄλλα ἐκόσμησε τὴν πόλιν, καὶ δὴ καὶ τοὺς νόμους τοὺς νῦν ἔτι φυλαττομένους συνέγραψεν αὐτοῖς. καὶ τότε ἐπαύσαντο Ἀθηναῖοι χρώμενοι τοῖς Δράκοντος· ἐκαλοῦντο δὲ ἐκεῖνοι θεσμοί. μόνους δὲ ἐφύλαξαν τοὺς φονικοὺς αὐτοῦ.
11
οὐδὲν ἔτι θαυμάσομεν εἰ ἡ τῶν ἀνθρώπων φύσις θνητὴ οὖσα καὶ ἐφήμερος φθείρεσθαι αὐτοὺς ἀναγκάζει, ὅπου καὶ τοὺς ποταμοὺς ὁρῶμεν ἐπιλείποντας, καὶ τῶν ὀρῶν δὲ τὰ ὑψηλότατα ἀκούομεν μειούμενα καὶ ἐκεῖνα. τὴν γοῦν Αἴτνην φασὶν οἱ πλέοντες ἐξ ἐλάττονος ὁρᾶν ἢ προτοῦ ἐβλέπετο· τὸ δὲ αὐτὸ τοῦτο καὶ τὸν Παρνασσὸν παθεῖν καὶ τὸν Ὄλυμπον τὸν Πιερικόν. οἱ δὲ ἔτι μᾶλλον δοκοῦντες τὴν τῶν ὅλων φύσιν κατεσκέφθαι λέγουσι καὶ κόσμον διαφθείρεσθαι αὐτόν.
12
παράδοξόν γε, οὐ γάρ; ἀλλʼ ἀληθές. ἐκπεσόντος Δημοσθένους ἐν Μακεδονίᾳ Αἰσχίνης ὁ Ἀτρομήτου ὁ Κοθωκίδης καὶ ἐνευδοκίμει τοῖς Μακεδόσι καὶ πάμπολυ περιῆν τῶν πρέσβεων τῷ φρονήματι. αἰτία δὲ ἦν ἄρα τούτου τῷ Αἰσχίνῃ ἥ τε πρὸς Φίλιππον φιλία καὶ τὰ ἐξ αὐτοῦ δῶρα καὶ ὅτι πράως καὶ ἡδέως ἤκουεν αὐτοῦ ὁ Φίλιππος, μειλιχίῳ τῷ βλέμματι προσβλέπων καὶ ὑποφαίνων τὴν ἐξ αὑτοῦ εὔνοιαν. ἅπερ οὖν πάντα ἐφολκὰ ἦν ἐς τὴν παρρησίαν τῷ Αἰσχίνῃ καὶ τὴν τῶν λόγων εὔροιαν. οὐ μόνος δὲ τοῦτο ἔπαθε Δημοσθένης ἐν Μακεδονίᾳ, καίτοι δεινότατος ὢν εἰπεῖν, ἀλλὰ καὶ Θεόφραστος ὁ Ἐρέσιος. ἐξέπεσε γὰρ καὶ οὗτος ἐπὶ τῆς ἐξ Ἀρείου πάγου βουλῆς λέγων, καὶ ταύτην ἀπολογίαν προεφέρετο, ὅτι κατεπλάγη τὸ ἀξίωμα τοῦ συνεδρίου. πικρότατα οὖν ἀπήντησε καὶ ἑτοιμότατα πρὸς τοῦτον αὐτοῦ τὸν λόγον ὁ Δημοχάρης εἰπὼν ʽὦ Θεόφραστε, Ἀθηναῖοι ἦσαν ἀλλʼ οὐχ οἱ δώδεκα θεοὶ οἱ δικάζοντες.ʼ
13
Ἀναξαγόραν τὸν Κλαζομένιόν φασι μήτε γελῶντά ποτε ὀφθῆναι μήτε μειδιῶντα τὴν ἀρχήν. λέγουσι δὲ καὶ Ἀριστόξενον τῷ γέλωτι ἀνὰ κράτος πολέμιον γενέσθαι· Ἡράκλειτόν τε, ὅτι πάντα τὰ ἐν τῷ βίῳ ἔκλαεν.