Thesauros Literature miscellany Ποικίλη ἱστορία

Ποικίλη ἱστορία

Ποικίλη ἱστορία Aelian 3rd cent

Book 8

17 ὅτι Σκύθης ὁ Ἰνυκῖνος ὁ τῶν Ζαγκλαίων μόναρχος ἀνέβη ἐς Ἀσίαν παρὰ βασιλέα Δαρεῖον. καὶ αὐτὸν ἐνόμισε πάντων ἀνδρῶν δικαιότατον εἶναι, ὅσοι ἐκ τῆς Ἑλλάδος παρʼ αὐτὸν ἀνέβησαν, ὅτι παραιτησάμενος βασιλέα ἀφίκετο ἐς Σικελίαν καὶ πάλιν ἐκ Σικελίας παρὰ βασιλέα ὀπίσω. τοῦτο δὲ Δημοκήδης ὁ Κροτωνιάτης οὐκ ἐποίησε, καὶ διὰ τοῦτο Δαρεῖος ὑπὲρ αὐτοῦ φλαύρως ἔλεγεν, ἀπατεῶνα λέγων καὶ ἄνθρωπον κάκιστον. ὁ οὖν Σκύθης ἐν Πέρσαις μέγα ὄλβιος ὢν γήρᾳ κατέστρεψε τὸν βίον.
18 εὔθυμος ὁ Λοκρὸς τῶν ἐν Ἰταλίᾳ πύκτης ἀγαθὸς ἦν, ῥώμῃ τε σώματος πεπίστευται θαυμασιώτατος γενέσθαι· λίθον γὰρ μεγέθει μέγιστον δεικνύουσι Λοκροί, ὃν ἐκόμισε καὶ ἔθηκε πρὸ τῶν θυρῶν. καὶ τὸν ἐν Τεμέσῃ ἥρωα φόρους πραττόμενον παρὰ τῶν προσοίκων ἔπαυσεν· ἀφικόμενος γὰρ ἐς τὸ ἱερὸν αὐτοῦ, ὅπερ ἄβατον ἦν τοῖς πολλοῖς, διηγωνίσατο πρὸς αὐτόν, καὶ ἠνάγκασεν ὧνπερ ἐσύλησεν ἀποτῖσαι πλείω. ἐντεῦθέν τοι καὶ διέρρευσεν ἡ παροιμία ἡ λέγουσα ἐπὶ τῶν ἀλυσιτελῶς τι κερδαινόντων ὅτι αὐτοῖς ἀφίξεται ὁ ἐν Τεμέσῃ ἥρως. λέγουσι δὲ τὸν αὐτὸν Εὔθυμον καταβάντα ἐπὶ τὸν Καικῖνον ποταμὸν ὅς ἐστι πρὸ τῆς τῶν Λοκρῶν πόλεως ἀφανισθῆναι.
19 ὅτι τοῦτο ἐπιγέγραπται Ἀναξαγόρᾳ ἐνθάδʼ ὁ πλεῖστον ἀληθείας ἐπὶ τέρμα περήσας οὐρανίου κόσμου κεῖται Ἀναξαγόρας. ὅτι καὶ βωμὸς αὐτῷ ἵσταται καὶ ἐπιγέγραπται οἳ μὲν Νοῦ οἳ δὲ Ἀληθείας.
← Previous 6 / 6

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme