5
τὰ σμήνη μοι τῶν μελιττῶν κενά, καὶ ἀπεφοίτησαν τῆς ἑστίας οὐκ οὖσαι τέως δραπέτιδες· ἀλλὰ γὰρ καὶ πισταὶ διέμενον καὶ ᾤκουν ὡς οἴκους τοὺς αὑτῶν σίμβλους, καὶ εἶχον λειμῶνα εὔδροσον καὶ δὴ καὶ ἀνθῶν εὔφορον, καὶ εἱστιῶμεν αὐτὰς πανδαισίᾳ· αἳ δὲ ὑπὸ τῆς φιλεργίας τῆς ἄγαν ἀνθειστίων ἡμᾶς πολλῷ καὶ καλῷ τῷ μέλιτι, κοὐδέποτε τῆσδε τῆς ὠδῖνος τῆς γλυκείας ἦσαν ἄγονοι. νῦν δὲ ᾤχοντο ἀπιοῦσαι, λυπηθεῖσαι πρὸς ἡμῶν οὐδὲ ἕν, οὐ μὰ τὸν Ἀρισταῖον καὶ τὸν Ἀπόλλω αὐτόν. καὶ αἳ μέν εἰσι φυγάδες, ὁ δὲ οἶκος αὐτῶν χῆρός ἐστι, καὶ τὰ ἄνθη τὰ ἐν τῷ λειμῶνι περὶ αὐτὰ γηρᾷ. ἐγὼ δὲ αὐτῶν ὅταν ὑπομνησθῶ τῆς πτήσεως καὶ τῆς εὐχαρίτου χορείας, οὐδὲν ἄλλο ἢ νομίζω θυγατέρας ἀφῃρῆσθαι. ὀργίζομαι μὲν οὖν αὐταῖς· τί γὰρ ἀπέλιπον τροφέα αὐτῶν καὶ ἀτεχνῶς πατέρα καὶ φρουρὸν καὶ μελεδωνὸν οὐκ ἀχάριτον; δεῖ δέ με ἀνιχνεῦσαι τὴν πλάνην αὐτῶν καὶ ὅποι ποτὲ ἀποδρᾶσαι κάθηνται, καὶ τίς αὐτὰς ὑπεδέξατο καὶ τοῦτο· ἔχει γάρ τοι τὰς μηδὲν προσηκούσας. εἶτα εὑρὼν ὀνειδιῶ πολλὰ τὰς ἀγνώμονας καὶ ἀπίστους.
Κάλλαρος Καλλικλεῖ.
6
καὶ ποῖ τις ἀποτρέψει τὸ ῥεῦμα, εἰ μήτε ἐς τὴν ὁδὸν ἐμβαλεῖ μήτε ἐς τὴν τῶν γειτόνων διαβήσεται; οὐ γὰρ δήπου κελεύσεις ἡμᾶς ἐκπιεῖν αὐτό. πάλαι μὲν οὖν λέλεκται κακὸν εἶναι γείτων κακός, πεπίστευται δὲ νῦν οὐχ ἥκιστα ἐπὶ σοῦ. ἀλλʼ οὐδέν σοι πλέον τῆς βίας· οὐ γὰρ ἀποδωσόμεθά σοι τὸ χωρίον, δικάσεται δὲ πρότερον ὑπὲρ τούτων πρός σε ὁ δεσπότης, ἐάνπερ τὴν διάνοιαν ὑγιαίνῃ.
Δερκύλλος Ὀπώρᾳ.
7
οὐχ ὅτι καλὴ λέγεις εἶναι οὐδʼ ὅτι πολλοὺς ἐραστὰς λέγεις ἔχειν, διὰ τοῦτο ἐπαινῶ σε· ἴσως μὲν γάρ σε ἐκεῖνοι διὰ τὸ εἶδος θαυμάζουσιν, ἐμὲ δὲ ἀρέσκεις διὰ τὸ ὄνομα, καί σε οὕτως ὡς καὶ τὴν γῆν τὴν πατρῴαν ἐπαινῶ, καὶ τεθαύμακα τὸν οὕτω σε καλέσαντα τῆς ἐπινοίας, ἵνα μὴ μόνοι σε περιμαίνωνται δηλονότι οἱ ἐν τῇ πόλει, ἀλλὰ γὰρ καὶ ἀγροῖκος λεώς. τῆς ὀπώρας οὖν καταπειράσας τί ἀδικῶ; ἐπεὶ τά τε ἄλλα καὶ ἐφολκὸν ἐς ἔρωτα τὸ ὄνομα, καὶ ταῦτα ἀνδρὶ γεωργίᾳ ζῶντι. ἀπέστειλα οὖν σοι τῆς ὁμωνύμου τῆς ἐν ἀγρῷ σῦκα καὶ βότρυς καὶ τρύγα ἀπὸ ληνῶν· ἦρος δὲ ἀποπέμψω καὶ ῥόδα, τὴν ἐκ τῶν λειμώνων ὀπώραν.