Thesauros Literature miscellany ἐκ τῶν Αἰλιανοῦ ἀγροικικῶν ἐπιστολῶν

ἐκ τῶν Αἰλιανοῦ ἀγροικικῶν ἐπιστολῶν

ἐκ τῶν Αἰλιανοῦ ἀγροικικῶν ἐπιστολῶν Aelian 3rd cent
13 ἀγροίκου βίου τά τε ἄλλα ἐστὶ καλὰ καὶ δὴ καὶ τὸ ἥμερον τοῦ τρόπου· ἡ γὰρ ἡσυχία καὶ τὸ ἄγειν σχολὴν τοῖς τῆς γῆς καλὴν πραότητα ἐνεργάζεται. σὺ δὲ οὐκ οἶδʼ ὅπως ἀγροῖκος εἶ καὶ γείτοσιν οὐκ ἀγαθὸς πάροικος. βάλλεις γοῦν ἡμᾶς ταῖς βώλοις καὶ ταῖς ἀχράσι καὶ μέγα κέκραγας ἰδὼν ἄνθρωπον ὡς διώκων λύκον, καὶ ἀργαλέος εἶ καὶ τοῦτο δὴ τὸ λεγόμενον ἁλμυρὸν γειτόνημα· ἐγὼ δὲ εἰ μὴ πατρῷον ἀγρὸν ἐγεώργουν, ἄσμενος ἂν αὐτὸν ἀπεδόμην φυγῇ φοβεροῦ γείτονος. ἀλλʼ, ὦ βέλτιστε Κνήμων, τὸ σκαιὸν τοῦ τρόπου κατάλυσον, μηδέ σε ὁ θυμὸς ἐς λήθην προαγέτω, μὴ καὶ μανεὶς σεαυτὸν λάθῃς. ταῦτά σοι φίλα παρὰ φίλου παραγγέλματα ἔστω καὶ ἴαμα τοῦ τρόπου.

Κνήμων Καλλιππίδῃ.

14 ἔδει μὲν μηδὲν ἀποκρίνασθαι· ἐπεὶ δὲ εἶ περίεργος καὶ βιάζῃ με ἄκοντά σοι προδιαλέγεσθαι, τοῦτο γοῦν κεκέρδαγκα τὸ διʼ ἀγγέλων σοι λαλεῖν, ἀλλὰ μὴ πρὸς αὐτόν σε. ἔστω σοι τοίνυν ἡ ἀπὸ Σκυθῶν λεγομένη ἀπόκρισις αὕτη. ἐγὼ μαίνομαι καὶ φονῶ καὶ μισῶ τὸ τῶν ἀνθρώπων γένος. ἔνθεν τοι βάλλω τοὺς ἐσφοιτῶντας ἐς τὸ χωρίον καὶ βώλοις καὶ λίθοις. μακάριον δὲ ἥγημαι τὸν Περσέα κατὰ δύο τρόπους ἐκεῖνον, ὅτι τε πτηνὸς ἦν καὶ οὐδενὶ συνήντα, ὑπεράνω τε ἦν τοῦ προσαγορεύειν τινὰ καὶ ἀσπάζεσθαι. ζηλῶ δὲ αὐτὸν καὶ τοῦ κτήματος ἐκείνου εὖ μάλα, ᾧ τοὺς συναντῶντας ἐποίει λίθους· οὗπερ οὖν εἴ μοί τις εὐμοιρία κατατυχεῖν ἐγένετο, οὐδὲν ἂν ἀφθονώτερον λιθίνων ἀνδριάντων, καὶ σὲ δʼ ἂν εἰργασάμην τοῦτο πρῶτον. τί γὰρ παθὼν ῥυθμίζεις με καὶ πρᾶον ἀποφῆναι γλίχῃ οὕτως ἐχθρὰ πᾶσι νοοῦντα; ἔνθεν τοι καὶ τοῦ χωρίου τὸ παρὰ τὴν ὁδὸν ἀργὸν εἴασα καὶ τοῦτό μοι τῆς γῆς χῆρόν ἐστι καρπῶν. σὺ δὲ ἕνα σεαυτὸν τῶν ἀναγκαίων ἀποφαίνεις, καὶ σπεύδεις με φίλον ἔχειν μηδὲ ἐμαυτοῦ φίλον ὄντα. τί γὰρ καὶ μαθὼν εἰμὶ ἄνθωπος;

Καλλιππίδης Κνήμωνι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme