Thesauros Literature mythology Library

Library

Library Apollodorus

Book 1

9.1 τῶν δὲ Αἰόλου παίδων Ἀθάμας, Βοιωτίας δυναστεύων, ἐκ Νεφέλης τεκνοῖ παῖδα μὲν Φρίξον θυγατέρα δὲ Ἕλλην. αὖθις δὲ Ἰνὼ γαμεῖ, ἐξ ἧς αὐτῷ Λέαρχος καὶ Μελικέρτης ἐγένοντο. ἐπιβουλεύουσα δὲ Ἰνὼ τοῖς Νεφέλης τέκνοις ἔπεισε τὰς γυναῖκας τὸν πυρὸν φρύγειν. λαμβάνουσαι δὲ κρύφα τῶν ἀνδρῶν τοῦτο ἔπρασσον. γῆ δὲ πεφρυγμένους πυροὺς δεχομένη καρποὺς ἐτησίους οὐκ ἀνεδίδου. διὸ πέμπων ὁ Ἀθάμας εἰς Δελφοὺς ἀπαλλαγὴν ἐπυνθάνετο τῆς ἀφορίας. Ἰνὼ δὲ τοὺς πεμφθέντας ἀνέπεισε λέγειν ὡς εἴη κεχρησμένον παύσεσθαι τὴν ἀκαρπίαν, ἐὰν σφαγῇ Διὶ ὁ Φρίξος. τοῦτο ἀκούσας Ἀθάμας, συναναγκαζόμενος ὑπὸ τῶν τὴν γῆν κατοικούντων, τῷ βωμῷ παρέστησε Φρίξον. Νεφέλη δὲ μετὰ τῆς θυγατρὸς αὐτὸν ἀνήρπασε, καὶ παρʼ Ἑρμοῦ λαβοῦσα χρυσόμαλλον κριὸν ἔδωκεν, ὑφʼ οὗ φερόμενοι διʼ οὐρανοῦ γῆν ὑπερέβησαν καὶ θάλασσαν. ὡς δὲ ἐγένοντο κατὰ τὴν μεταξὺ κειμένην θάλασσαν Σιγείου καὶ Χερρονήσου, ὤλισθεν εἰς τὸν βυθὸν ἡ Ἕλλη, κἀκεῖ θανούσης αὐτῆς ἀπʼ ἐκείνης Ἑλλήσποντος ἐκλήθη τὸ πέλαγος. Φρίξος δὲ ἦλθεν εἰς Κόλχους, ὧν Αἰήτης ἐβασίλευε παῖς Ἡλίου καὶ Περσηίδος, ἀδελφὸς δὲ Κίρκης καὶ Πασιφάης, ἣν Μίνως ἔγημεν. οὗτος αὐτὸν ὑποδέχεται, καὶ μίαν τῶν θυγατέρων Χαλκιόπην δίδωσιν. ὁ δὲ τὸν χρυσόμαλλον κριὸν Διὶ θύει φυξίῳ, τὸ δὲ τούτου δέρας Αἰήτῃ δίδωσιν· ἐκεῖνος δὲ αὐτὸ περὶ δρῦν ἐν Ἄρεος ἄλσει καθήλωσεν. ἐγένοντο δὲ ἐκ Χαλκιόπης Φρίξῳ παῖδες Ἄργος Μέλας Φρόντις Κυτίσωρος.
9.2 Ἀθάμας δὲ ὕστερον διὰ μῆνιν Ἥρας καὶ τῶν ἐξ Ἰνοῦς ἐστερήθη παίδων· αὐτὸς μὲν γὰρ μανεὶς ἐτόξευσε Λέαρχον, Ἰνὼ δὲ Μελικέρτην μεθʼ ἑαυτῆς εἰς πέλαγος ἔρριψεν. ἐκπεσὼν δὲ τῆς Βοιωτίας ἐπυνθάνετο τοῦ θεοῦ ποῦ κατοικήσει· χρησθέντος δὲ αὐτῷ κατοικεῖν ἐν ᾧπερ ἂν τόπῳ ὑπὸ ζῴων ἀγρίων ξενισθῇ, πολλὴν χώραν διελθὼν ἐνέτυχε λύκοις προβάτων μοίρας νεμομένοις· οἱ δέ, θεωρήσαντες αὐτόν, ἃ διῃροῦντο ἀπολιπόντες ἔφυγον. Ἀθάμας δὲ κτίσας τὴν χώραν Ἀθαμαντίαν ἀφʼ ἑαυτοῦ προσηγόρευσε, καὶ γήμας Θεμιστὼ τὴν Ὑψέως ἐγέννησε Λεύκωνα Ἐρύθριον Σχοινέα Πτῶον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme