Thesauros Literature mythology Library

Library

Library Apollodorus

Book 2

4.5 Σθενέλου δὲ καὶ Νικίππης τῆς Πέλοπος Ἀλκυόνη καὶ Μέδουσα, ὕστερον δὲ καὶ Εὐρυσθεὺς ἐγένετο, ὃς καὶ Μυκηνῶν ἐβασίλευσεν. ὅτε γὰρ Ἡρακλῆς ἔμελλε γεννᾶσθαι, Ζεὺς ἐν θεοῖς ἔφη τὸν ἀπὸ Περσέως γεννηθησόμενον τότε βασιλεύσειν Μυκηνῶν, Ἥρα δὲ διὰ ζῆλον Εἰλειθυίας ἔπεισε τὸν μὲν Ἀλκμήνης τόκον ἐπισχεῖν, Εὐρυσθέα δὲ τὸν Σθενέλου παρεσκεύασε γεννηθῆναι ἑπταμηνιαῖον ὄντα.
4.6 Ἠλεκτρύονος δὲ βασιλεύοντος Μυκηνῶν, μετὰ Ταφίων οἱ Πτερελάου παῖδες ἐλθόντες τὴν Μήστορος ἀρχὴν τοῦ μητροπάτορος ἀπῄτουν, καὶ μὴ προσέχοντος Ἠλεκτρύονος ἀπήλαυνον τὰς βόας· ἀμυνομένων δὲ τῶν Ἠλεκτρύονος παίδων, ἐκ προκλήσεως ἀλλήλους ἀπέκτειναν. ἐσώθη δὲ τῶν Ἠλεκτρύονος παίδων Λικύμνιος ἔτι νέος ὑπάρχων, τῶν δὲ Πτερελάου Εὐήρης, ὃς καὶ τὰς ναῦς ἐφύλασσε. τῶν δὲ Ταφίων οἱ διαφυγόντες ἀπέπλευσαν τὰς ἐλαθείσας βόας ἑλόντες, καὶ παρέθεντο τῷ βασιλεῖ τῶν Ἠλείων Πολυξένῳ· Ἀμφιτρύων δὲ παρὰ Πολυξένου λυτρωσάμενος αὐτὰς ἤγαγεν εἰς Μυκήνας. ὁ δὲ Ἠλεκτρύων τὸν τῶν παίδων θάνατον βουλόμενος ἐκδικῆσαι, παραδοὺς τὴν βασιλείαν Ἀμφιτρύωνι καὶ τὴν θυγατέρα Ἀλκμήνην, ἐξορκίσας ἵνα μέχρι τῆς ἐπανόδου παρθένον αὐτὴν φυλάξῃ, στρατεύειν ἐπὶ Τηλεβόας διενοεῖτο. ἀπολαμβάνοντος δὲ αὐτοῦ τὰς βόας, μιᾶς ἐκθορούσης Ἀμφιτρύων ἐπʼ αὐτὴν ἀφῆκεν ὃ μετὰ χεῖρας εἶχε ῥόπαλον, τὸ δὲ ἀποκρουσθὲν ἀπὸ τῶν κεράτων εἰς τὴν Ἠλεκτρύονος κεφαλὴν ἐλθὸν ἀπέκτεινεν αὐτόν. ὅθεν λαβὼν ταύτην τὴν πρόφασιν Σθένελος παντὸς Ἄργους ἐξέβαλεν Ἀμφιτρύωνα, καὶ τὴν ἀρχὴν τῶν Μυκηνῶν καὶ τῆς Τίρυνθος αὐτὸς κατέσχε· τὴν δὲ Μίδειαν, μεταπεμψάμενος τοὺς Πέλοπος παῖδας Ἀτρέα καὶ Θυέστην, παρέθετο τούτοις.
4.6 Ἀμφιτρύων δὲ σὺν Ἀλκμήνῃ καὶ Λικυμνίῳ παραγενόμενος ἐπὶ Θήβας ὑπὸ Κρέοντος ἡγνίσθη, καὶ δίδωσι τὴν ἀδελφὴν Περιμήδην Λικυμνίῳ. λεγούσης δὲ Ἀλκμήνης γαμηθήσεσθαι αὐτῷ τῶν ἀδελφῶν αὐτῆς ἐκδικήσαντι τὸν θάνατον, ὑποσχόμενος ἐπὶ Τηλεβόας στρατεύει Ἀμφιτρύων, καὶ παρεκάλει συλλαβέσθαι Κρέοντα. ὁ δὲ ἔφη στρατεύσειν, ἐὰν πρότερον ἐκεῖνος τὴν Καδμείαν τῆς ἀλώπεκος ἀπαλλάξῃ· ἔφθειρε γὰρ τὴν Καδμείαν ἀλώπηξ θηρίον. ὑποστάντος δὲ ὅμως εἱμαρμένον ἦν αὐτὴν μηδέ τινα καταλαβεῖν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme