Thesauros Literature mythology Library

Library

Library Apollodorus

Book 2

8.5 Τήμενος μὲν οὖν παραπεμπόμενος τοὺς παῖδας Ἀγέλαον καὶ Εὐρύπυλον καὶ Καλλίαν, τῇ θυγατρὶ προσανεῖχεν Ὑρνηθοῖ καὶ τῷ ταύτης ἀνδρὶ Δηιφόντῃ. ὅθεν οἱ παῖδες πείθουσί τινας ἐπὶ μισθῷ τὸν πατέρα αὐτῶν φονεῦσαι. γενομένου δὲ τοῦ φόνου τὴν βασιλείαν ὁ στρατὸς ἔχειν ἐδικαίωσεν Ὑρνηθὼ καὶ Δηιφόντην. Κρεσφόντης δὲ οὐ πολὺν Μεσσήνης βασιλεύσας χρόνον μετὰ δύο παίδων φονευθεὶς ἀπέθανε. Πολυφόντης δὲ ἐβασίλευσεν, αὐτῶν τῶν Ἡρακλειδῶν ὑπάρχων, καὶ τὴν τοῦ φονευθέντος γυναῖκα Μερόπην ἄκουσαν ἔλαβεν. ἀνῃρέθη δὲ καὶ οὗτος. τρίτον γὰρ ἔχουσα παῖδα Μερόπη καλούμενον Αἴπυτον ἔδωκε τῷ ἑαυτῆς πατρὶ τρέφειν. οὗτος ἀνδρωθεὶς καὶ κρύφα κατελθὼν ἔκτεινε Πολυφόντην καὶ τὴν πατρῴαν βασιλείαν ἀπέλαβεν.
← Previous 40 / 40

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme