Thesauros Literature mythology Epitome

Epitome

Epitome Apollodorus
3.12 Σαλαμινίων Αἴας ὁ Τελαμώνιος· ἦγε ναῦς ιβ. Ἀργείων Διομήδης Τυδέως καὶ οἱ σὺν αὐτῷ· ἦγον ναῦς π. Μυκηναίων Ἀγαμέμνων Ἀτρέως καὶ Ἀερόπης ναῦς ρ. Λακεδαιμονίων Μενέλαος Ἀτρέως καὶ Ἀερόπης ξ. Πυλίων Νέστωρ Νηλέως καὶ Χλωρίδος ναῦς μ. Ἀρκάδων Ἀγαπήνωρ ναῦς ζ. Ἠλείων Ἀμφίμαχος καὶ οἱ σὺν αὐτῷ ναῦς μ. Δουλιχίων Μέγης Φυλέως ναῦς μ. Κεφαλλήνων Ὀδυσσεὺς Λαέρτου καὶ Ἀντικλείας ναῦς ιβ. Αἰτωλῶν Θόας Ἀνδραίμονος καὶ Γόργης· ἦγε ναῦς μ.
3.13 Κρητῶν Ἰδομενεὺς Δευκαλίωνος μ. Ῥοδίων Τληπόλεμος Ἡρακλέους καὶ Ἀστυόχης ναῦς θ. Συμαίων Νιρεὺς Χαρόπου ναῦς γ. Κώων Φείδιππος καὶ Ἄντιφος οἱ Θεσσαλοῦ λ.
3.14 Μυρμιδόνων Ἀχιλλεὺς Πηλέως καὶ Θέτιδος ν. ἐκ Φυλάκης Πρωτεσίλαος Ἰφίκλου μ. Φεραίων Εὔμηλος Ἀδμήτου ια. Ὀλιζώνων Φιλοκτήτης Ποίαντος ζ. Αἰνιάνων Γουνεὺς Ὠκύτου κβ. Τρικκαίων Ποδαλείριος λ. Ὀρμενίων Εὐρύπυλοςναῦς μ. Γυρτωνίων Πολυποίτης Πειρίθου λ. Μαγνήτων Πρόθοος Τενθρήδονοςμ. νῆες μὲν οὖν αἱ πᾶσαι ,αιγ, ἡγεμόνες δὲ μγ, ἡγεμόνειαι δὲ λ·
3.15 ὅτι ὄντος ἐν Αὐλίδι τοῦ στρατεύματος, θυσίας γενομένης Ἀπόλλωνι, ὁρμήσας δράκων ἐκ τοῦ βωμοῦ παρὰ τὴν πλησίον πλάτανον, οὔσης ἐν αὐτῇ νεοττιᾶς, τοὺς ἐν αὐτῇ καταναλώσας στρουθοὺς ὀκτὼ σὺν τῇ μητρὶ ἐνάτῃ λίθος ἐγένετο. Κάλχας δὲ εἰπὼν κατὰ Διὸς βούλησιν γεγονέναι αὐτοῖς τὸ σημεῖον τοῦτο, τεκμηράμενος ἐκ τῶν γεγονότων ἔφη δεκαετεῖ χρόνῳ δεῖν Τροίαν ἁλῶναι.
3.16 καὶ πλεῖν παρεσκευάζοντο ἐπὶ Τροίαν. Ἀγαμέμνων οὖν αὐτὸς ἡγεμὼν τοῦ σύμπαντος στρατοῦ ἦν, ἐναυάρχει δʼ Ἀχιλλεὺς πεντεκαιδεκαέτης τυγχάνων.
3.17 ἀγνοοῦντες δὲ τὸν ἐπὶ Τροίαν πλοῦν Μυσίᾳ προσίσχουσι καὶ ταύτην ἐπόρθουν, Τροίαν νομίζοντες εἶναι. βασιλεύων δὲ Τήλεφος Μυσῶν, Ἡρακλέους παῖς, ἰδὼν τὴν χώραν λεηλατουμένην, τοὺς Μυσοὺς καθοπλίσας ἐπὶ τὰς ναῦς συνεδίωκε τοὺς Ἕλληνας καὶ πολλοὺς ἀπέκτεινεν, ἐν οἷς καὶ Θέρσανδρον τὸν Πολυνείκους ὑποστάντα. ὁρμήσαντος δὲ Ἀχιλλέως ἐπʼ αὐτὸν οὐ μείνας ἐδιώκετο· καὶ διωκόμενος ἐμπλακεὶς εἰς ἀμπέλου κλῆμα τὸν μηρὸν τιτρώσκεται δόρατι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme