Thesauros Literature novel τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα

τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα

τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα Achilles Tatius

Book 1

9.7 οὔπω πεπίστευκεν εἶναι καλή. Ἓν οὖν σοι παραινῶ μόνον, ἐρᾶσθαι πιστευσάτω, καὶ ταχέως σε μιμήσεται.” “Πῶς ἂν οὖν” εἶπον “γένοιτο τοῦτο τὸ μάντευμα; δός μοι τὰς ἀφορμάς· σὺ γὰρ ἀρχαιότερος μύστης ἐμοῦ καὶ συνηθέστερος ἤδη τῇ τελετῇ τοῦ θεοῦ. Τί λέγω; τί ποιῶ; πῶς ἂν τύχοιμι τῆς ἐρωμένης; Οὐκ οἶδα γὰρ τὰς ὁδούς.”
10.1 “Μηδὲν” εἶπεν ὁ Κλεινίας “πρὸς ταῦτα ζήτει παρ’ ἄλλου μαθεῖν· αὐτοδίδακτος γάρ ἐστιν ὁ θεὸς σοφιστής. Ὥσπερ γὰρ τὰ ἀρτίτοκα τῶν βρεφῶν οὐδεὶς διδάσκει τὴν τροφήν ʽαὐτόματα γὰρ ἐκμανθάνει καὶ οἶδεν ἐν τοῖς μαζοῖς οὖσαν αὐτοῖς τὴν τράπεζαν̓, οὕτω καὶ νεανίσκος ἔρωτος πρωτοκύμων οὐ δεῖται διδασκαλίας πρὸς τὸν τοκετόν.
10.2 Ἐὰν γὰρ ἡ ὠδὶς παραγένηται καὶ ἐνστῇ τῆς ἀνάγκης ἡ προθεσμία, μηδὲν πλανηθείς, κἂν πρωτοκύμων ᾖς, εὑρήσεις τεκεῖν ὑπ’ αὐτοῦ μαιωθεὶς τοῦ θεοῦ. Ὅσα δ’ ἐστὶ κοινὰ καὶ μὴ τῆς εὐκαίρου τύχης δεόμενα, ταῦτα ἀκούσας μάθε. Μηδὲν μὲν εἴπῃς πρὸς τὴν παρθένον ἀφροδίσιον,
10.3 τὸ δὲ ἔργον ζήτει πῶς γένηται σιωπῇ. Παῖς γὰρ καὶ παρθένος ὅμοιοι μὲν εἰς αἰδῶ· πρὸς δὲ τὴν τῆς Ἀφροδίτης χάριν κἂν τὴν γνώμην ἔχωσιν, ἃ πάσχουσιν ἀκούειν οὐ θέλουσι· τὴν γὰρ αἰσχύνην κεῖσθαι νομίζουσιν ἐν τοῖς ῥήμασι.
10.4 Γυναῖκας μὲν γὰρ εὐφραίνει καὶ τὰ ῥήματα· παρθένος δὲ τοὺς μὲν ἔξωθεν ἀκροβολισμοὺς τῶν ἐραστῶν εἰς πεῖραν φέρει καὶ ἄφνω συντίθεται τοῖς νεύμασιν· ἐὰν δὲ αἰτήσῃς τὸ ἔργον προσελθών, ἐκπλήξεις αὐτῆς τὰ ὦτα τῇ φωνῇ, καὶ ἐρυθριᾷ καὶ μισεῖ τὸ ῥῆμα καὶ λοιδορεῖσθαι δοκεῖ κἂν ὑποσχέσθαι θέλῃ τὴν χάριν, αἰσχύνεται· τότε γὰρ πάσχειν νομίζει τὸ ἔργον, ὅτε μᾶλλον τὴν πεῖραν ἐκ τῆς τῶν λόγων ἡδονῆς ἀκούει.
10.5 Ἐὰν δὲ τὴν πεῖραν προσαγαγὼν τὴν ἄλλην καὶ εὐάγωγον αὐτὴν παρασκευάσας ἡδέως ἤδη προσέρχῃ, σιώπα μὲν οὖν τὰ πολλὰ ὡς ἐν μυστηρίῳ, φίλησον δὲ προσελθὼν ἠρέμα· τὸ γὰρ ἐραστοῦ φίλημα πρὸς ἐρωμένην θέλουσαν μὲν παρέχειν αἴτησίς ἐστι, πρὸς ἀπειθοῦσαν δὲ ἱκετηρία.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme