Book 1
13.3
Τοῖς μὲν γὰρ ἄλλοις τῶν ἀποθανόντων κἂν ἴχνος τῶν γνωρισμάτων διασώζεται· κἂν τὸ ἄνθος τις τῶν προσώπων ἀπολέσῃ, τηρεῖ τὸ εἴδωλον καὶ παρηγορεῖ τὸ λυπούμενον καθεύδοντα μιμούμενος· τὴν μὲν γὰρ ψυχὴν ἐξεῖλεν ὁ θάνατος, ἐν δὲ τῷ σώματι τηρεῖ τὸν ἄνθρωπον.
13.4
Σοῦ δὲ ὁμοῦ καὶ ταῦτα διέφθειρεν ἡ τύχη, καί μοι τέθνηκας θάνατον διπλοῦν, ψυχῆς καὶ σώματος. Ὄντως σου τέθνηκε καὶ τῆς εἰκόνος ἡ σκιά· ἡ μὲν γὰρ ψυχή σου πέφευγεν, οὐχ εὑρίσκω δέ σε οὐδὲ ἐν τῷ σώματι.
13.5
Πότε μοι, τέκνον, γαμεῖς; πότε σου θύσω τοὺς γάμους, ἱππεῦ καὶ νυμφίε· νυμφίε μὲν ἀτελής, ἱππεῦ δὲ δυστυχής. Τάφος μέν σοι, τέκνον, ὁ θάλαμος, γάμος δὲ ὁ θάνατος, θρῆνος δὲ ὁ ὑμέναιος· ὁ δὲ κωκυτὸς οὗτος τῶν γάμων ᾠδαί.
13.6
Ἄλλο σοι, τέκνον, προσεδόκων πῦρ ἀνάψειν· ἀλλὰ τοῦτο μὲν ἔσβεσεν ἡ φθονερὰ τύχη μετὰ σοῦ· ἀνάπτει δέ σοι δᾷδας κακῶν. Ὢ πονηρᾶς ταύτης δᾳδουχίας. Ἡ νυμφική σοι δᾳδουχία ταφὴ γίνεται.”
14.1
Ταῦτα μὲν οὖν οὕτως ἐκώκυεν ὁ πατήρ· ἑτέρωθεν δὲ καθ’ αὑτὸν ὁ Κλεινίας· καὶ ἦν θρήνων ἅμιλλα, ἐραστοῦ καὶ πατρός. “Ἐγώ μου τὸν δεσπότην ἀπολώλεκα. Τί γὰρ αὐτῷ τοιοῦτον δῶρον ἐχαριζόμην; φιάλη γὰρ οὐκ ἦν χρυσῆ, ἵν’ ἐσπένδετο πίνων καὶ ἐχρῆτό μου τῷ δώρῳ τρυφῶν;
14.2
Ἐγὼ δὲ ὁ κακοδαίμων ἐχαριζόμην θηρίον μειρακίῳ καλῷ, ἐκαλλώπιζον δὲ καὶ τὸ πονηρὸν θηρίον προστερνιδίοις, προμετωπιδίοις, φαλάροις ἀργυροῖς, χρυσαῖς ἡνίαις. Οἴμοι Χαρίκλεις· ἐκόσμησά σου τὸν φονέα χρυσῷ. Ἵππε πάντων θηρίων ἀγριώτατε, πονηρὲ καὶ ἀχάριστε καὶ ἀναίσθητε κάλλους.
14.3
Ὁ μὲν κατέψα σου τοὺς ἱδρῶτας καὶ τροφὰς ἐπηγγέλλετο πλείονας καὶ ἐπῄνει τὸν δρόμον, σὺ δὲ ἀπέκτεινας ἐπαινούμενος. Οὐχ ἥδου προσαπτομένου σου τοιούτου σώματος, οὐκ ἦν σοι τοιοῦτος ἱππεὺς τρυφή, ἀλλ’ ἔρριψας, ἄστοργε, τὸ κάλλος χαμαί. Οἴμοι δυστυχής· ἐγώ σοι τὸν φονέα, τὸν ἀνδροφόνον ἐωνησάμην.”