Book 1
15.8
Οἱ ᾠδοὶ δὲ τέττιγες καὶ χελιδόνες· οἱ μὲν τὴν Ἠοῦς ᾅδοντες εὐνήν, αἱ δὲ τὴν Τηρέως τράπεζαν· οἱ δὲ χειροήθεις ταῶς καὶ κύκνος καὶ ψιττακός· ὁ κύκνος περὶ τὰς τῶν ὑδάτων πίδακας νεμόμενος, ὁ ψιττακὸς ἐν οἰκίσκῳ περὶ δένδρον κρεμάμενος, ὁ ταῶς τοῖς ἄνθεσιν ἐπισύρων τὸ πτερόν. Ἀντέλαμπε δὲ ἡ τῶν ἀνθέων θέα τῇ τῶν ὀρνίθων χρόᾳ καὶ ἦν ἄνθη πτερῶν.
16.1
Βουλόμενος οὖν εὐάγωγον τὴν κόρην εἰς ἔρωτα παρασκευάσαι, λόγων πρὸς τὸν Σάτυρον ἠρχόμην, ἀπὸ τοῦ ὄρνιθος λαβὼν τὴν εὐκαιρίαν. Διαβαδίζουσα γὰρ ἔτυχεν ἅμα τῇ Κλειοῖ καὶ ἐπιστᾶσα τῷ ταῷ.
16.2
Ἔτυχε γὰρ τύχῃ τινὶ συμβὰν τότε τὸν ὄρνιν ἀναπτερῶσαι τὸ κάλλος καὶ τὸ θέατρον ἐπιδεικνύναι τῶν πτερῶν. “Τοῦτο μέντοι οὐκ ἄνευ τέχνης ὁ ὄρνισ” ἔφην “ποιεῖ· ἀλλ’ ἔστι γὰρ ἐρωτικός. Ὅταν γὰρ ἐπαγαγέσθαι θέλῃ τὴν ἐρωμένην, τότε οὕτως καλλωπίζεται.
16.3
Ὁρᾷς ἐκείνην τὴν τῆς πλατάνου πλησίον;” δείξας θήλειαν ταῶν “ταύτῃ νῦν οὗτος τὸ κάλλος ἐπιδείκνυται λειμῶνα πτερῶν. Ὁ δὲ τοῦ ταῶ λειμὼν εὐανθέστερος· πεφύτευται γὰρ αὐτῷ καὶ χρυσὸς ἐν τοῖς πτεροῖς, κύκλῳ δὲ τὸ ἁλουργὲς τὸν χρυσὸν περιθεῖ τὸν ἴσον κύκλον, καὶ ἔστιν ὀφθαλμὸς ἐν τῷ πτερῷ.”
17.1
Καὶ ὁ Σάτυρος συνεὶς τοῦ λόγου μου τὴν ὑπόθεσιν, ἵνα μοι μᾶλλον εἴη περὶ τούτου λέγειν, ʽἦ γὰρ ὁ ἔρωσ̓ ἔφη “τοσαύτην ἔχει τὴν ἰσχύν, ὡς καὶ μέχρις ὀρνίθων πέμπειν τὸ πῦρ;” “οὐ μέχρις ὀρνίθων” ἔφην, “τοῦτο γὰρ οὐ θαυμαστόν, ἐπεὶ καὶ αὐτὸς ἔχει πτερόν, ἀλλὰ καὶ ἑρπετῶν καὶ φυτῶν, ἐγὼ δὲ δοκῶ μοι, καὶ λίθων.
17.2
Ἐρᾷ γοῦν ἡ Μαγνησία λίθος τοῦ σιδήρου· κἂν μόνον ἴδῃ, πρὸς αὑτὴν εἵλκυσεν, ὥσπερ ἐρωτικόν τι ἔνδον ἔχουσα. Καὶ μή τι τοῦτό ἐστιν ἐρώσης λίθου καὶ ἐρωμένου σιδήρου φίλημα;
17.3
περὶ δὲ τῶν φυτῶν λέγουσι παῖδες σοφῶν· καὶ μῦθον ἔλεγον ἂν τὸν λόγον εἶναι, εἰ μὴ καὶ παῖδες ἔλεγον γεωργῶν. Ὁ δὲ λόγος· ἄλλο μὲν ἄλλου φυτὸν ἐρᾷν, τῷ δὲ φοίνικι τὸν ἔρωτα μᾶλλον ἐνοχλεῖν· λέγουσι δὲ τὸν μὲν ἄρρενα τῶν φοινίκων, τὸν δὲ θῆλυν.