Thesauros Literature novel τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα

τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα

τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα Achilles Tatius

Book 1

1.7 Τὸ σχῆμα ταῖς παρθένοις καὶ χαρᾶς καὶ φόβου· στέφανοι περὶ τοῖς μετώποις δεδεμένοι· κόμαι κατὰ τῶν ὤμων λελυμέναι· τὸ σκέλος πᾶν γεγυμνωμέναι, τὸ μὲν ἄνω τοῦ χιτῶνος, τὸ δὲ κάτω τοῦ πεδίλου, τὸ γὰρ ζῶμα μέχρι γόνατος ἀνεῖλκε τὸν χιτῶνα· τὸ πρόσωπον ὠχραί, σεσηρυῖαι τὰς παρειάς, τοὺς ὀφθαλμοὺς ἀνοίξασαι πρὸς τὴν θάλατταν, μικρὸν ὑποκεχηνυῖαι τὸ στόμα, ὥσπερ ἀφήσειν ὑπὸ φόβου μέλλουσαι καὶ βοήν·
1.8 τὰς χεῖρας ὡς ἐπὶ τὸν βοῦν ὤρεγον. Ἐπέβαινον ἄκρας τῆς θαλάττης, ὅσον μικρὸν ὑπεράνω τῶν ταρσῶν ὑπερέχειν τὸ κῦμα· ἐῴκεσαν δὲ βούλεσθαι μὲν ὡς ἐπὶ τὸν ταῦρον δραμεῖν, φοβεῖσθαι δὲ τῇ θαλάττῃ προσελθεῖν. Τῆς δὲ θαλάττης ἡ χρόα διπλῆ· τὸ μὲν γὰρ πρὸς τὴν γῆν ὑπέρυθρον, κυάνεον δὲ τὸ πρὸς τὸ πέλαγος.
1.9 Ἀφρὸς δὲ ἐπεποίητο καὶ πέτραι καὶ κύματα· αἱ πέτραι τῆς γῆς ὑπερβεβλημέναι, ὁ ἀφρὸς περιλευκαίνων τὰς πέτρας, τὸ κῦμα κορυφούμενον καὶ περὶ τὰς πέτρας λυόμενον εἰς τοὺς ἀφρούς. Ὁ ταῦρος ἐν μέσῃ τῇ θαλάττῃ ἐγέγραπτο τοῖς κύμασιν ἐποχούμενος, ὡς ὄρους ἀναβαίνοντος τοῦ κύματος ἔνθα καμπτόμενον τοῦ βοὸς κυρτοῦται τὸ σκέλος.
1.10 Ἡπαρθένος μέσοις ἐπεκάθητο τοῖς νώτοις τοῦ βοός, οὐ περιβάδην, ἀλλὰ κατὰ πλευράν, ἐπὶ δεξιὰ συμβᾶσα τὼ πόδε, τῇ λαιᾷ τοῦ κέρως ἐχομένη, ὥσπερ ἡνίοχος χαλινοῦ· καὶ γὰρ ὁ βοῦς ἐπέστραπτο ταύτῃ μᾶλλον πρὸς τὸ τῆς χειρὸς ἕλκον ἡνιοχούμενος. Χιτὼν ἀμφὶ τὰ στέρνα τῆς παρθένου μέχρις αἰδοῦς· τοὐντεῦθεν ἐπεκάλυπτε χλαῖνα τὰ κάτω τοῦ σώματος· λευκὸς ὁ χιτών, ἡ χλαῖνα πορφυρᾶ, τὸ δὲ σῶμα διὰ τῆς ἐσθῆτος ὑπεφαίνετο.
1.11 Βαθὺς ὀμφαλός, γαστὴρ τεταμένη, λαπάρα στενή· τὸ στενὸν εἰς ἰξὺν καταβαῖνον ηὐρύνετο. Μαζοὶ τῶν στέρνων ἠρέμα προκύπτοντες· ἡ συνάγουσα ζώνη τὸν χιτῶνα καὶ τοὺς μαζοὺς ἔκλειε, καὶ ἐγίνετο τοῦ σώματος κάτοπτρον ὁ χιτών.
1.12 Αἱ χεῖρες ἄμφω διετέταντο, ἡ μὲν ἐπὶ κέρας, ἡ δὲ ἐπ’ οὐράν· ἤρτητο δὲ ἀμφοῖν ἑκατέρωθεν ὑπὲρ τὴν κεφαλὴν καλύπτρα κύκλῳ τῶν νώτων ἐμπεπετασμένη. Ὁ δὲ κόλπος τοῦ πέπλου πάντοθεν ἐτέτατο κυρτούμενος· καὶ ἦν οὗτος ἄνεμος τοῦ ζωγράφου. Ἡ δὲ ἐπεκάθητο τῷ ταύρῳ δίκην πλεούσης νεώς, ὥσπερ ἱστίῳ τῷ πέπλῳ χρωμένη.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme