Thesauros Literature novel τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα

τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα

τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα Achilles Tatius

Book 1

7.1 Ἦν δέ μοι Κλεινίας ἀνεψιός, ὀρφανὸς καὶ νέος, δύο ἀναβεβηκὼς ἔτη τῆς ἡλικίας τῆς ἐμῆς, ἔρωτι τετελεσμένος· μειρακίου δὲ ὁ ἔρως ἦν. Οὕτω δ’ εἶχε φιλοτιμίας πρὸς αὐτό, ὥστε καὶ ἵππον πριάμενος, ἐπεὶ θεασάμενον τὸ μειράκιον ἐπῄνεσεν, εὐθὺς ἐχαρίσατο φέρων αὐτῷ τὸν ἵππον.
7.2 Ἔσκωπτον οὖν αὐτὸν ἀεὶ τῆς ἀμεριμνίας, ὅτι σχολάζει φιλεῖν καὶ δοῦλός ἐστιν ἐρωτικῆς ἡδονῆς· ὁ δέ μοι μειδιῶν καὶ τὴν κεφαλὴν ἐπισείων ἔλεγεν “ἔσῃ ποτὲ καὶ σύ μοι δοῦλος
7.3 ταχύ.” Πρὸς τοῦτον ἀπιὼν καὶ ἀσπασάμενος καὶ παρακαθισάμενος “ἔδωκα” ἔφην “ὦ Κλεινία, σοι δίκην τῶν σκωμμάτων· δοῦλος γέγονα κἀγώ.” Ἀνακροτήσας οὖν τὰς χεῖρας ἐξεγέλασε καὶ ἀναστὰς κατεφίλησέ μου τὸ πρόσωπον ἐμφαῖνον ἐρωτικὴν ἀγρυπνίαν, καὶ “ἐρᾷσ” εἶπεν “ἐρᾷς ἀληθῶς· οἱ ὀφθαλμοί σου λέγουσιν.” Ἄρτι δὲ λέγοντος αὐτοῦ Χαρικλῆς εἰστρέχει ʽτοῦτο γὰρ ἦν ὄνομα τῷ μειρακίᾠ τεθορυβημένος
7.4 “οἴχομαί σοι” λέγων “Κλεινία.” Καὶ συνεστέναξεν ὁ Κλεινίας, ὥσπερ ἐκ τῆς ἐκείνου ψυχῆς κρεμάμενος, καὶ τῇ φωνῇ τρέμων “ἀποκτενεῖσ” εἶπε “σιωπῶν· τί σε λυπεῖ; τίνι δεῖ μάχεσθαι;” Καὶ ὁ Χαρικλῆς “γάμον” εἶπεν “ὁ πατήρ μοι προξενεῖ, καὶ γάμον ἀμόρφου κόρης, ἵνα διπλῷ συνοικῶ κακῷ· πονηρὸν μὲν γὰρ γυνή, κἂν εὔμορφος ᾖ· ἐὰν δὲ καὶ ἀμορφίαν δυστυχῇ, τὸ κακὸν διπλοῦν.
7.5 Ἀλλὰ πρὸς τὸν πλοῦτον ὁ πατὴρ ἀποβλέπων σπουδάζει τὸ κῆδος· ἐκδίδομαι ὁ δυστυχὴς τοῖς ἐκείνης χρήμασιν, ἵνα γήμω πωλούμενος.”
8.1 Ὡς οὖν ταῦτα ἤκουσεν ὁ Κλεινίας, ὠχρίασεν. Ἐπιπαρώξυνεν οὖν τὸ μειράκιον ἀπωθεῖσθαι τὸν γάμον, τὸ τῶν γυναικῶν γένος λοιδορῶν. “Γάμον” εἶπεν “ἤδη σοι δίδωσιν ὁ πατήρ; τί γὰρ ἠδίκηκας,
8.2 ἵνα πεδηθῇς; Οὐκ ἀκούεις τοῦ Διὸς λέγοντος “τοῖς δ’ ἐγὼ ἀντὶ πυρὸς δώσω κακόν, ᾧ κεν ἅπαντες τέρπωνται κατὰ θυμόν, ἑὸν κακὸν ἀμφαγαπῶντες;” Αὕτη γυναικῶν ἡδονή, καὶ ἔοικε τῇ τῶν Σειρήνων φύσει·
8.3 κἀκεῖναι γὰρ ἡδονῇ φονεύουσιν ᾠδῆς. Ἔστι δέ σοι συνιέναι τὸ μέγεθος τοῦ κακοῦ καὶ ἀπ’ αὐτῆς τῆς τοῦ γάμου παρασκευῆς. Βόμβος αὐλῶν, δικλίδων κτύπος, πυρσῶν δᾳδουχία. Ἐρεῖ τις ἰδὼν τοσοῦτον κυδοιμόν· “Ἀτυχὴς ὁ μέλλων γαμεῖν· ἐπὶ πόλεμον,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme