Book 2
17.1
Ὁ μὲν οὖν ταῦτα εἰπὼν καὶ τὴν θεωρίαν ἀφωσιωμένος ἀπῆλθε· ναῦν δὲ εἶχεν ἰδίαν, τοῦτο προκατασκευάσας οἴκοθεν εἰ τύχοι τῆς ἐπιχειρήσεως. Οἱ μὲν δὴ ἄλλοι θεωροὶ ἀπέπλευσαν, αὐτὸς δὲ μικρὸν ἀπεσάλευε τῆς γῆς, ἅμα μὲν ὡς ἂν δοκοίη τοῖς πολίταις ἕπεσθαι, ἅμα δὲ ἵνα μὴ πλησίον τῆς Τύρου τοῦ σκάφους ὄντος, κατάφωρος γένοιτο μετὰ τὴν ἁρπαγήν.
17.2
Ἐπεὶ δὲ ἐγένετο κατὰ Σάραπτα κώμην Τυρίων ἐπὶ θαλάττῃ κειμένην, ἐνταῦθα προσπορίζεται λέμβον, δίδωσι δὲ τῷ Ζήνωνι· τοῦτο γὰρ ἦν ὄνομα τῷ οἰκέτῃ ὃν ἐπὶ τὴν ἁρπαγὴν παρεσκευάκει.
17.3
Ὁ δὲ ʽἦν γὰρ καὶ ἄλλως εὔρωστος τὸ σῶμα καὶ φύσει πρακτικὸσ̓ ταχὺ μὲν ἐξεῦρε λῃστὰς ἁλιεῖς ἀπὸ τῆς κώμης ἐκείνης καὶ δῆτα ἀπέπλευσεν ἐπὶ τὴν Τύρον. Ἔστι δὲ μικρὸν ἐπίνειον Τυρίων, νησίδιον ἀπέχον ὀλίγον τῆς Τύρου “Ῥοδώπιδος αὐτὸ τάφον οἱ Τύριοι λέγουσιν·” ἔνθα ὁ λέμβος ἐφήδρευε.
18.1
Πρὸ δὲ τῆς πανηγύρεως, ἣν ὁ Καλλισθένης προσεδόκα, γίνεται δὴ τὰ τοῦ ἀετοῦ καὶ τῶν μάντεων· καὶ εἰς τὴν ὑστεραίαν παρεσκευαζόμεθα νύκτωρ, ὡς θυσόμενοι τῷ θεῷ. Τούτων δὲ τὸν Ζήνωνα ἐλάνθανεν οὐδέν· ἀλλ’ ἐπειδὴ καιρὸς ἦν βαθείας ἑσπέρας, ἡμεῖς μὲν προήλθομεν, ὁ δὲ εἵπετο.
18.2
Ἄρτι δὲ γενομένων ἡμῶν ἐπὶ τῷ χείλει τῆς θαλάσσης, ὁ μὲν τὸ συγκείμενον ἀνέτεινε σημεῖον, ὁ δὲ λέμβος ἐξαίφνης προσέπλει, καὶ ἐπεὶ πλησίον ἐγένετο,
18.3
ἐφάνησαν ἐν αὐτῷ νεανίσκοι δέκα. Ὀκτὼ δὲ ἑτέρους ἐπὶ τῆς γῆς ἔτυχε προλοχίσας, οἳ γυναικείας μὲν εἶχον ἐσθῆτας καὶ τῶν γενείων ἐψίλωντο τὰς τρίχας, ἔφερον δὲ ἕκαστος ὑπὸ κόλπῳ ξίφος, ἐκόμιζον δὲ καὶ αὐτοὶ θυσίαν, ὡς ἂν ἥκιστα ὑποπτευθεῖεν· ἡμεῖς δὲ ᾠόμεθα γυναῖκας εἶναι.
18.4
Ἐπεὶ δὲ συνετίθεμεν τὴν πυράν, ἐξαίφνης βοῶντες συντρέχουσι καὶ τὰς μὲν δᾷδας ἡμῶν ἀποσβεννύουσι, φευγόντων δὲ ἀτάκτως ὑπὸ τῆς ἐκπλήξεως, τὰ ξίφη γυμνώσαντες ἁρπάζουσι τὴν ἀδελφὴν τὴν ἐμὴν καὶ ἐνθέμενοι τῷ σκάφει,