Thesauros Literature novel τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα

τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα

τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα Achilles Tatius

Book 2

24.2 τὰς ἐλπίδας. Οἴμοι, Σώστρατε. Σὺ μὲν ἐν Βυζαντίῳ πολεμεῖς ὑπὲρ ἀλλοτρίων γάμων, ἐν Τύρῳ δὲ καταπεπολέμησαι, καὶ τῆς θυγατρός σού τις τοὺς γάμους σεσύληκεν. Οἴμοι δειλαία, τοιούτους σου γάμους ὄψεσθαι οὐ προσεδόκων.
24.3 Ὄφελον ἔμεινας ἐν Βυζαντίῳ, ὄφελον ἔπαθες πολέμου νόμῳ τὴν ὕβριν, ὄφελόν σε κἂν Θρᾲξ νικήσας ὕβρισεν· οὐκ εἶχεν ἡ συμφορὰ διὰ τὴν ἀνάγκην ὄνειδος· νῦν δέ,
24.4 κακόδαιμον, ἀδοξεῖς ἐν οἷς δυστυχεῖς. Ἐπλάνα δέ με καὶ τὰ τῶν ἐνυπνίων φαντάσματα, τὸν δὲ ἀληθέστερον ὄνειρον οὐκ ἐθεασάμην· νῦν δ᾽ ἀθλιώτερον ἀνετμήθης τὴν γαστέρα· αὕτη δυστυχεστέρα τῆς μαχαίρας τομή, οὐδὲ εἶδον τὸν ὑβρίσαντά σε, οὐδὲ οἶδά μου τῆς συμφορᾶς τὴν τύχην. Οἴμοι τῶν κακῶν. Μὴ καὶ δοῦλος ἦν;”
25.1 Ἐθάρρησεν οὖν ἡ παρθένος, ὡς ἂν ἐμοῦ διαπεφευγότος, καὶ λέγει “μὴ λοιδόρει μου, μῆτερ, τὴν παρθενίαν· οὐδὲν ἔργον μοι πέπρακται τοιούτων ῥημάτων ἄξιον, οὐδὲ οἶδα τοῦτον ὅστις ἦν, εἴτε δαίμων εἴτε ἥρως εἴτε λῃστής.
25.2 Ἐκείμην δὲ πεφοβημένη, μηδ’ ἀνακραγεῖν διὰ τὸν φόβον δυναμένη· φόβος γὰρ γλώττης ἐστὶ δεσμός. Ἓν οἶδα μόνον, οὐδείς
25.3 μου τὴν παρθενίαν κατῄσχυνε.” Καταπεσοῦσα οὖν ἡ Πάνθεια πάλιν ἔστενεν, ἡμεῖς δὲ ἐσκοποῦμεν καθ’ ἑαυτοὺς γενόμενοι τί ποιητέον εἴη, καὶ ἐδόκει κράτιστον εἶναι φεύγειν, πρὶν ἕως γένηται καὶ τὸ πᾶν ἡ Κλειὼ βασανιζομένη κατείπῃ.
26.1 Δόξαν οὖν οὕτως εἰχόμεθα ἔργου, σκηψάμενοι πρὸς τὸν θυρωρὸν ἀπιέναι πρὸς ἐρωμένην, καὶ ἐπὶ τὴν οἰκίαν ἐρχόμεθα τὴν Κλεινίου. Ἦσαν δὲ λοιπὸν μέσαι νύκτες, ὥστε μόλις ὁ θυρωρὸς ἀνέῳξεν ἡμῖν. Καὶ ὁ Κλεινίας ʽἐν ὑπερῴῳ γὰρ τὸν θάλαμον εἶχἐ διαλεγομένων ἡμῶν ἀκούσας κατατρέχει τεταραγμένος.
26.2 Καὶ ἐν τούτῳ τὴν Κλειὼ κατόπιν ὁρῶμεν σπουδῇ θέουσαν· ἦν γὰρ δρασμὸν βεβουλευμένη. Ἅμα τε οὖν ὁ Κλεινίας ἤκουσεν ἡμῶν ἃ πεπόνθαμεν’ καὶ τῆς Κλειοῦς ἡμεῖς ὅπως φύγοι, καὶ πάλιν ἡμῶν ἡ Κλειὼ τί ποιεῖν μέλλομεν.
26.3 Παρελθόντες οὖν εἴσω τῶν θυρῶν τῷ Κλεινίᾳ διηγούμεθα τὰ γεγονότα καὶ ὅτι φεύγειν διεγνώκαμεν. Λέγει ἡ Κλειὼ “κἀγὼ σὺν ὑμῖν· ἢν γὰρ περιμείνω τὴν ἕω, θάνατός μοι πρόκειται τῶν βασάνων γλυκύτερος.”

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme