Thesauros Literature novel τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα

τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα

τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα Achilles Tatius

Book 2

31.4 Καὶ γὰρ ὁ Κώνωψ, ὅσπερ ἡμῖν ἐφήδρευε, κατὰ τύχην ἐκείνην ἀπεδήμει τὴν ἡμέραν τῇ δεσποίνῃ διακονησόμενος. Ἀνοίγει δὴ τὰς θύρας ὁ Σάτυρος καὶ προήλθομεν· ὡς δὲ παρῇμεν ἐπὶ τὰς πύλας, ἐπέβημεν τοῦ ὀχήματος.
31.5 Ἦμεν δὲ οἱ πάντες ἕξ, ἡμεῖς καὶ ὁ Κλεινίας καὶ δύο θεράποντες αὐτοῦ. Ἐλαύνομεν οὖν τὴν ἐπὶ Σιδῶνος καὶ περὶ μοίρας τῆς νυκτὸς δύο παρῇμεν ἐπὶ τὴν πόλιν καὶ εὐθὺς ἐπὶ Βηρυτοῦ τὸν δρόμον ἐποιούμεθα, νομίζοντες εὑρήσειν ἐκεῖ ναῦν ἐφορμοῦσαν.
31.6 Καὶ οὐκ ἠτυχήσαμεν· ὡς γὰρ ἐπὶ τοῦ Βηρυτίων λιμένος ἤλθομεν, ἀναγόμενον σκάφος εὕρομεν, ἄρτι τὰ πρυμνήσια μέλλον ἀπολύειν. Μηδὲν οὖν ἐρωτήσαντες ποῖ πλεῖ, μετεσκευαζόμεθα ἐπὶ τὴν θάλατταν ἐκ τῆς γῆς, καὶ ἦν ὁ καιρὸς μικρὸν ἄνω τῆς ἕω. Ἔπλει δὲ τὸ πλοῖον εἰς Ἀλεξάνδρειαν, τὴν μεγάλην τοῦ Νείλου πόλιν.
32.1 Ἔχαιρόν τὸ πρῶτον ὁρῶν τὴν θάλατταν οὔπω πελαγίζοντος τοῦ σκάφους, ἀλλ’ ἔτι τοῖς λιμέσιν ἐποχουμένου. Ὡς δὲ ἔδοξεν οὔριον εἶναι πρὸς ἀναγωγὴν τὸ πνεῦμα, θόρυβος ἦν πολὺς κατὰ τὸ σκάφος, τῶν ναυτῶν διαθεόντων, τοῦ κυβερνήτου κελεύοντος,
32.2 ἑλκομένων τῶν κάλων· ἡ κεραία περιήγετο, τὸ ἱστίον καθίετο, ἡ ναῦς ἀπεσαλεύετο, τὰς ἀγκύρας ἀνέσπων, ὁ λιμὴν κατελείπετο· τὴν γῆν ἑωρῶμεν ἀπὸ τῆς νεὼς κατὰ μικρὸν ἀναχωροῦσαν, ὡς αὐτὴν πλέουσαν· παιανισμὸς ἦν καὶ πολλή τις εὐχή, θεοὺς σωτῆρας καλούντων καὶ εὐφημούντων αἴσιον τὸν πλοῦν γενέσθαι· τὸ πνεῦμα ᾔρετο σφοδρότερον, τὸ ἱστίον ἐκυρτοῦτο καὶ εἷλκε τὴν ναῦν.
33.1 Ἔτυχε δέ τις ἡμῖν νεανίσκος παρασκηνῶν, ὃς ἐπεὶ καιρὸς ἦν ἀρίστου, φιλοφρονούμενος ἡμᾶς συναριστᾶν ἠξίου. Καὶ ἡμῖν δ’ ὁ Σάτυρος παρέφερεν· ὥστε εἰς μέσον καταθέμενοι ἃ εἴχομεν, τὸ ἄριστον ἐκοινοῦμεν, ἤδη δὲ καὶ λόγον.
33.2 Λέγω δὴ πρῶτος “πόθεν, ὦ νεανίσκε, καὶ τίνα σε δεῖ καλεῖν;” “Ἐγὼ Μενέλαοσ” εἶπεν, “τὸ δὲ γένος Αἰγύπτιος. Τὰ δὲ ὑμέτερα τίνα;” “Ἐγὼ Κλειτοφῶν,
33.3 οὗτος Κλεινίας, Φοίνικες ἄμφω.” “Τίς οὖν ἡ πρόφασις ὑμῖν τῆς ἀποδημίας;” “Ἢν σὺ πρῶτος ἡμῖν φράσῃς, καὶ τὰ παρ’ ἡμῶν ἀκούσῃ.”

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme