Book 2
10.3
Ἐπιτηρήσας οὖν ὅτε τὸ πολὺ τῆς αὐγῆς ἐμαραίνετο, πρόσειμι θρασύτερος γενόμενος πρὸς αὐτὴν ἐκ τῆς πρώτης προσβολῆς, ὥσπερ στρατιώτης ἤδη νενικηκὼς καὶ τοῦ πολέμου καταπεφρονηκώς· πολλὰ γὰρ ἦν τὰ τότε ὁπλίζοντά με θαρρεῖν, οἶνος, ἔρως, ἐλπίς, ἐρημία· καὶ οὐδὲν εἰπών, ἀλλ̓ ὡς ἀπὸ συγκειμένου λόγου, ὡς εἶχον, περιχυθεὶς τὴν κόρην κατεφίλουν.
10.4
Ὡς δὲ καὶ ἐπεχείρουν τι προὔργου ποιεῖν, ψόφος τις ἡμῶν κατόπιν γίνεται· καὶ ταραχθέντες ἀνεπηδήσαμεν. Καὶ ἡ μὲν ἐπέκεινα τρέπεται τὴν ἐπὶ τὸ δωμάτιον αὑτῆς, ἐγὼ δὲ ἐπὶ θάτερα, σφόδρα ἀνιώμενος, ἔργον οὕτω καλὸν ἀπολέσας,
10.5
καὶ τὸν ψόφον λοιδορῶν. Ἐν τούτῳ δὲ ὁ Σάτυρος ὑπαντιάζει μοι φαιδρῷ τῷ προσώπῳ· καθορᾶν γάρ μοι ἐδόκει ὅσα ἐπράττομεν, ὑπό τινι τῶν δένδρων λοχῶν μή τις ἡμῖν ἐπέλθῃ· καὶ αὐτὸς ἦν ὁ ποιήσας τὸν ψόφον, προσιόντα θεασάμενός τινα.
11.1
Ὀλίγων δὲ ἡμερῶν διελθουσῶν, ὁ πατήρ μοι τοὺς γάμους συνεκρότει θᾶττον ἢ διεγνώκει. Ἐνύπνια γὰρ αὐτὸν διετάραττε πολλά. Ἔδοξεν ἄγειν ἡμῶν τοὺς γάμους, ἤδη δὲ ἅψαντος αὐτοῦ τὰς δᾷδας ἀποσβεσθῆναι τὸ πῦρ ᾗ καὶ μᾶλλον ἠπείγετο συναγαγεῖν ἡμᾶς.
11.2
Τοῦτο δὲ εἰς τὴν ὑστεραίαν παρεσκευάζετο. Ἐώνητο δὲ τῇ κόρῃ πρὸς τὸν γάμον· περιδέραιον μὲν λίθων ποικίλων, ἐσθῆτα δὲ τὸ πᾶν μὲν πορφυρᾶν, ἔνθα δὲ ταῖς ἄλλαις ἐσθῆσιν ἡ χώρα τῆς πορφύρας, ἐκεῖ χρυσὸς ἦν. Ἤριζον δὲ πρὸς ἀλλήλους οἱ λίθοι.
11.3
Ὑάκινθος μὲν ῥόδον ἦν ἐν λίθῳ· ʼμέθυστος δὲ ἐπορφύρετο τοῦ χρυσοῦ πλησίον· ἐν μέσῳ δὲ τρεῖς ἦσαν λίθοι, τὴν χρόαν ἐπάλληλοι· συγκείμενοι δὲ ἦσαν οἱ τρεῖς· μέλαινα μὲν ἡ κρηπὶς τοῦ λίθου, τὸ δὲ μέσον σῶμα λευκὸν τῷ μέλανι συνεφαίνετο, ἑξῆς δὲ τῷ λευκῷ τὸ λοιπὸν ἐπυρρία κορυφούμενον· ὁ λίθος δὲ τῷ χρυσῷ στεφανούμενος,
11.4
ὀφθαλμὸν ἐμιμεῖτο χρυσοῦν. Τῆς δὲ ἐσθῆτος οὐ πάρεργον εἶχεν ἡ πορφύρα τὴν βαφήν, ἀλλ’ οἵαν μυθολογοῦσι Τύριοι τοῦ ποιμένος εὑρεῖν τὸν κύνα, ᾗ καὶ μέχρι τούτου βάπτουσιν Ἀφροδίτης τὸν πέπλον. Ἦν γὰρ χρόνος ὅτε τῆς πορφύρας ὁ κόσμος ἀνθρώποις ἀπόρρητος ἦν· μικρὸς δὲ αὐτὴν ἐκάλυπτε κόχλος ἐγκύκλῳ μυχῷ.