Thesauros Literature novel τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα

τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα

τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα Achilles Tatius

Book 2

11.5 Ἁλιεὺς ἀγρεύει τὴν ἄγραν ταύτην· καὶ ὁ μὲν ἰχθὺν προσεδόκησεν, ὡς δὲ εἶδε τοῦ κόχλου τὴν τραχύτητα, ἐλοιδόρει τὴν ἄγραν καὶ ἔρριψεν ὡς θαλάσσης σκύβαλον. Εὑρίσκει δὲ κύων τὸ ἕρμαιον καὶ καταθραύει τοῖς ὀδοῦσι, καὶ τῷ στόματι τοῦ κυνὸς περιρρεῖ τοῦ ἄνθους τὸ αἷμα καὶ βάπτει τὸ αἷμα τὴν γένυν καὶ ὑφαίνει τοῖς χείλεσι τὴν πορφύραν.
11.6 Ὁ ποιμὴν ὁρᾷ τὰ χείλη τοῦ κυνὸς ᾑμαγμένα καὶ τραῦμα νομίσας τὴν βαφὴν πρόσεισι καὶ ἀπέπλυνε τῇ θαλάσσῃ, καὶ τὸ αἷμα λαμπρότερον ἐπορφύρετο· ὡς δὲ καὶ ταῖς χερσὶν ἔθιγε, τὴν πορφύραν εἶχε καὶ ἡ χείρ.
11.7 Συνῆκεν οὖν τοῦ κόχλου τὴν φύσιν ὁ ποιμήν, ὅτι φάρμακον ἔχει κάλλους πεφυτευμένον· καὶ λαβὼν μαλλὸν ἐρίου καθῆκεν εἰς τὸν χηραμὸν αὐτοῦ τὸ ἔριον, ζητῶν τοῦ κόχλου τὰ μυστήρια· τὸ δὲ κατὰ τὴν γένυν τοῦ κυνὸς ᾑμάσσετο· καὶ τότε τὸν οἶκον τῆς πορφύρας ἐδιδάσκετο.
11.8 Λαβὼν δή τινας λίθους περιθραύει τὸ τεῖχος τοῦ φαρμάκου καὶ τὸ ἄδυτον ἀνοίγει τῆς πορφύρας, καὶ θησαυρὸν εὑρίσκει βαφῆς.
12.1 Ἔθυεν οὖν τότε ὁ πατὴρ τὰ προτέλεια τῶν γάμων. Ὡς δὲ ἤκουσα, ἀπωλώλειν καὶ ἐζήτουν μηχανήν, δι’ ἧς ἂν ἀναβαλέσθαι δυναίμην τὸν γάμον. Σκοποῦντος δέ μου θόρυβος ἐξαίφνης γίνεται κατὰ τὸν ἀνδρῶνα·
12.2 ἐγεγόνει δέ τι τοιοῦτον. Ἐπειδὴ θυσάμενος ὁ πατὴρ ἔτυχε καὶ τὰ θύματα ἐπέκειτο τοῖς βωμοῖς, ἀετὸς ἄνωθεν καταπτὰς ἁρπάζει τὸ ἱερεῖον· σοβούντων δὲ πλέον οὐδὲν ἦν, ὁ γὰρ ὄρνις ᾤχετο φέρων τὴν ἄγραν. Ἐδόκει τοίνυν οὐκ ἀγαθὸν εἶναι. Καὶ δὴ ἐπέσχον ἐκείνην τὴν ἡμέραν τοὺς γάμους· καλεσάμενος δὲ μάντεις ὁ πατὴρ καὶ τερατοσκόπους τὸν οἰωνὸν διηγεῖται.
12.3 Οἱ δὲ ἔφασαν δεῖν καλλιερῆσαι Ξενίῳ Διὶ νυκτὸς μεσούσης ἐπὶ θάλασσαν ἥκοντας· ὁ γὰρ ὄρνις ἔτυχεν ἱπτάμενος ἐκεῖ. Ἐγὼ δὲ ταῦτα ὡς ἐγένετο τὸν ἀετὸν ὑπερεπῄνουν καὶ δικαίως ἔλεγον ἁπάντων ὀρνίθων εἶναι βασιλέα· οὐκ εἰς μακρὰν δὲ ἀπέβη τοῦ τέρατος τὸ ἔργον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme