Book 2
13.1
Νεανίσκος ἦν Βυζάντιος, ὄνομα Καλλισθένης, ὀρφανὸς καὶ πλούσιος, ἄσωτος δὲ καὶ πολυτελής. Οὗτος ἀκούων τῷ Σωστράτῳ θυγατέρα εἶναι καλήν, ἰδὼν δὲ οὐδέποτε, ἤθελεν αὑτῷ ταύτην γενέσθαι γυναῖκα. Καὶ ἦν ἐξ ἀκοῆς ἐραστής· τοσαύτη γὰρ τοῖς ἀκολάστοις ὕβρις, ὡς καὶ τοῖς ὠσὶν εἰς ἔρωτα τρυφᾶν καὶ ταὐτὰ πάσχειν ὑπὸ ῥημάτων, ἃ τῇ ψυχῇ τρωθέντες διακονοῦσιν ὀφθαλμοί.
13.2
Προσελθὼν οὖν τῷ Σωστράτῳ πρὶν τὸν πόλεμον τοῖς Βυζαντίοις ἐπιπεσεῖν, ᾐτεῖτο τὴν κόρην· ὁ δὲ βδελυττόμενος αὐτοῦ τοῦ βίου τὴν ἀκολασίαν ἠρνήσατο. Θυμὸς ἴσχει τὸν Καλλισθένην καὶ ἠτιμάσθαι νομίσαντα ὑπὸ τοῦ Σωστράτου καὶ ἀδόλως ἐρῶντα· ἀναπλάττων γὰρ ἑαυτῷ τῆς παιδὸς τὸ κάλλος καὶ φανταζόμενος τὰ ἀόρατα ἔλαθε σφόδρα κακῶς διακείμενος.
13.3
Ἐπιβουλεύει δὴ καὶ τὸν Σώστρατον ἀμύνασθαι τῆς ὕβρεως καὶ αὑτῷ τὴν ἐπιθυμίαν τελέσαι· νόμου γὰρ ὄντος Βυζαντίοις, εἴ τις ἁρπάσας παρθένον φθάσειεν ποιήσας γυναῖκα, γάμον ἔχειν ζημίαν, προσεῖχε τούτῳ τῷ νόμῳ. Καὶ ὁ μὲν ἐζήτει καιρὸν πρὸς τὸ ἔργον.
14.1
Ἐν τούτῳ δὲ τοῦ πολέμου περιστάντος καὶ τῆς παιδὸς εἰς ἡμᾶς ὑπεκκειμένης μεμαθήκει μὲν ἕκαστα τούτων, οὐδὲν δὲ ἧττον τῆς ἐπιβουλῆς εἴχετο· καὶ τοιοῦτό τι αὐτῷ συνήργησε. Χρησμὸν ἴσχουσιν οἱ Βυζάντιοι τοιόνδε Νῆσός τις πόλις ἐστὶ φυτώνυμον αἷμα λαχοῦσα, ἰσθμὸν ὁμοῦ καὶ πορθμὸν ἐπ’ ἠπείροιο φέρουσα. ἔνθ’ Ἥφαιστος ἔχων χαίρει γλαυκῶπιν Ἀθήνην κεῖθι θυηπολίην σε φέρειν κέλομαι Ἡρακλεῖ.
14.2
Ἀπορούντων δὲ αὐτῶν τί λέγει τὸ μάντευμα, Σώστρατος “τοῦ πολέμου γάρ, ὡς ἔφην, στρατηγὸς ἦν οὗτος.” “ὥρα πέμπειν ἡμᾶς θυσίαν εἰς Τύρον” εἶπεν “Ἡρακλεῖ· τὰ γὰρ τοῦ χρησμοῦ ἐστι πάντ’ ἐνταῦθα. Φυτώνυμον γὰρ ὁ θεὸς εἶπεν αὐτήν, ἐπεὶ Φοινίκων ἡ νῆσος, ὁ δὲ φοίνιξ φυτόν. Ἐρίζει δὲ περὶ ταύτης γῆ καὶ θάλασσα, καὶ ἕλκει μὲν ἡ θάλασσα, ἕλκει δὲ ἡ γῆ, ἡ δὲ εἰς ἀμφότερα αὑτὴν ἥρμοσε.
14.3
Καὶ γὰρ ἐν θαλάσσῃ κάθηται καὶ οὐκ ἀφῆκε τὴν γῆν· συνδεῖ γὰρ αὐτὴν πρὸς τὴν ἤπειρον στενὸς αὐχήν,