Thesauros Literature novel τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα

τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα

τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα Achilles Tatius

Book 3

16.1 Ἑσπέρας δὲ γενομένης ἡ διῶρυξ κέχωστο πᾶσα, οἱ δὲ στρατιῶται διαβάντες αὐλίζονται μικρὸν ἄνω τῆς διώρυχος καὶ περὶ δεῖπνον ἦσαν· ὁ δὲ στρατηγὸς ἐπεχείρει με παρηγορεῖν ἀνιαρῶς ἔχοντα.
16.2 Περὶ δὲ πρώτην νυκτὸς φυλακὴν πάντας ἐπιτηρήσας καθεύδοντας πρόειμι τὸ ξίφος ἔχων, ἐπικατασφάξων ἐμαυτὸν τῇ σορῷ.
16.3 Ἐπεὶ δὲ πλησίον ἐγενόμην, ἀνατείνω τὸ ξίφος “Λευκίππη” λέγων “ἀθλία καὶ πάντων ἀνθρώπων δυστυχεστάτη, οὐ τὸν θάνατον ὀδύρομαί σου μόνον, οὐδ’ ὅτι τέθνηκας ἐπὶ ξένης, οὐδ᾽ ὅτι σοι γέγονεν ἐκ βίας σφαγή, ἀλλ’ ὅτι ταῦτα τῶν σῶν ἀτυχημάτων παίγνια, ἀλλ’ ὅτι καθάρσιον γέγονας ἀκαθάρτων σωμάτων καί σε ζῶσαν ἀνέτεμον, οἴμοι, καὶ βλέπουσαν ὅλην τὴν ἀνατομήν, ἀλλ’ ὅτι σου τῆς γαστρὸς τὰ μυστήρια ἐμέρισαν καὶ τὴν ταφὴν κακοδαίμονι βωμῷ καὶ σορῷ.
16.4 Καὶ τὸ μὲν σῶμα ταύτῃ κατατέθειται, τὰ δὲ σπλάγχνα ποῦ; Εἰ μὲν δεδαπανήκει τὸ πῦρ, ἥττων ἡ συμφορά· νῦν δὲ ἡ τῶν σπλάγχνων σου ταφὴ λῃστῶν γέγονε τροφή. Ὢ πονηρᾶς ἐπὶ βωμοῦ δᾳδουχίας· ὦ τροφῶν καινὰ μυστήρια.
16.5 Καὶ ἐπὶ τοιούτοις θύμασιν ἔβλεπον ἄνωθεν οἱ θεοὶ καὶ οὐκ ἐσβέσθη τὸ πῦρ, ἀλλὰ μιαινόμενον ἠνείχετο καὶ ἀνέφερε τοῖς θεοῖς τὴν κνίσσαν; Λάβε οὖν, Λευκίππη, τὰς πρεπούσας σοι παρ’ ἐμοῦ χοάς.”
17.1 Ταῦτα εἰπὼν ἀνατείνω τὸ ξίφος ἄνω, ὡς καθήσων ἐμαυτῷ κατὰ τῆς σφαγῆς, καὶ ὁρῶ δύο τινὰς ἐξ ἐναντίας ʽσεληναία δὲ ἦν’ σπουδῇ θέοντας. Ἐπέσχον οὖν λῃστὰς εἶναι δοκῶν, ὡς ἂν ὑπ’ αὐτῶν ἀποθάνοιμι.
17.2 Ἐν τούτῳ δὲ ἐγγὺς ἐγένοντο καὶ ἀναβοῶσιν ἄμφω· Μενέλαος δὲ ἦν καὶ ὁ Σάτυρος. Ἐγὼ δὲ ἄνδρας ἰδὼν ἐκ παραλόγου ζῶντας φίλους οὔτε περιεπτυξάμην, οὔτ’ ἐξεπλάγην ὑφ’ ἡδονῆς· τοσοῦτον ἡ λύπη με τῆς συμφορᾶς ἐξεκώφωσε.
17.3 Λαμβάνονται δή μου τῆς δεξιᾶς καὶ ἐπεχείρουν ἀφαιρεῖσθαι τὸ ξίφος· ἐγὼ δὲ “πρὸς θεῶν” ἔφην “μή μοι φθονήσητε θανάτου καλοῦ, μᾶλλον δὲ φαρμάκου τῶν κακῶν· οὐδὲ γὰρ ζῆν ἔτι δύναμαι, κἂν νῦν με βιάσησθε,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme