Thesauros Literature novel τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα

τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα

τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα Achilles Tatius

Book 3

3.2 Ἔνθα δὴ καὶ τὰ δεινὰ ἦν καὶ ἦν μάχη χειροποίητος. Οἱ μὲν γὰρ ἐπιβάντες ἤδη τὸν κάλων ἔκοπτον, ὃς συνέδει τὴν ἐφολκίδα τῷ σκάφει· τῶν δὲ πλωτήρων ἕκαστος ἔσπευδον μεταπηδᾶν ἔνθα καὶ τὸν κυβερνήτην ἑωράκεσαν, ἐφείλκοντό τε τὸν κάλων· οἱ δ’ ἐκ τῆς ἐφολκίδος μεταβαίνειν οὐκ ἐπέτρεπον·
3.3 εἶχον δὲ καὶ πελέκεις καὶ μαχαίρας, καὶ πατάξειν ἠπείλουν, εἴ τις ἐπιβήσεται· οἱ δὲ ἐκ τῆς νεὼς ὁπλισάμενοι τὸ δυνατόν, ὁ μὲν κώπης παλαιᾶς τρύφος ἀράμενος, ὁ δὲ τῶν τῆς νεὼς σελμάτων, ἠμύνοντο. Θάλασσα γὰρ εἶχε νόμον τὴν βίαν καὶ ἦν ναυμαχίας καινὸς τρόπος.
3.4 Οἱ μὲν γὰρ ἐκ τῆς ἐφολκίδος δέει τοῦ καταδῦναι τῷ τῶν ἐπεμβαινόντων ὄχλῳ πελέκεσι καὶ μαχαίραις τοὺς ἐξαλλομένους ἔπαιον· οἱ δὲ σκυτάλαις καὶ κώπαις ἅμα τῷ πηδήματι τὰς πληγὰς κατέφερον·
3.5 οἱ δὲ καὶ ἄκρου ψαύοντες τοῦ σκάφους ἐξωλίσθανον· ἔνιοι δὲ καὶ ἐπιβαίνοντες τοῖς ἐπὶ τῆς ἐφολκίδος ἤδη διεπάλαιον· φιλίας γὰρ ἢ αἰδοῦς οὐκέτι θεσμὸς ἦν, ἀλλὰ τὸ οἰκεῖον ἕκαστος σκοπῶν ἀσφαλές, τὸ πρὸς τοὺς ἑτέρους εὔγνωμον οὐκ ἐλογίζετο. Οὕτως οἱ μεγάλοι κίνδυνοι καὶ τοὺς τῆς φιλίας λύουσι νόμους.
4.1 Ἔνθα δή τις ἀπὸ τῆς νεὼς νεανίσκος εὔρωστος λαμβάνεται τοῦ κάλω καὶ ἐφέλκεται τὴν ἐφολκίδα, καὶ ἦν ἐγγὺς ἤδη τοῦ σκάφους, ηὐτρεπίζετο δὲ ἕκαστος ὡς εἰ πελάσειε πηδήσων ἐς αὐτήν.
4.2 Καὶ δύο μὲν ἢ τρεῖς ηὐτύχησαν οὐκ ἀναιμωτί, πολλοὶ δὲ ἀποπηδᾶν πειρώμενοι ἐξεκυλίσθησαν τῆς νεὼς κατὰ τῆς θαλάσσης. Ταχὺ γὰρ τὴν ἐφολκίδα ἀπολύσαντες οἱ ναῦται, πελέκει κόψαντες τὸν κάλων τὸν πλοῦν εἶχον ἔνθα αὐτοὺς ἦγε τὸ πνεῦμα· οἱ δὲ ἐπὶ τῆς νεὼς ἐπηρῶντο καταδῦναι τὴν ἐφολκίδα.
4.3 Τὸ δὲ σκάφος ἐκυβίστα περὶ τοῖς κύμασιν ὀρχούμενον, λανθάνει δὲ προσενεχθὲν ὑφάλῳ πέτρᾳ καὶ ῥήγνυται πᾶν· ἀπωσθείσης δὲ τῆς νεὼς ὁ ἱστὸς ἐπὶ θάτερα πεσὼν τὸ μέν τι κατέκλασε, τὸ δέ τι κατέδυσεν αὐτῆς.
4.4 Ὁπόσοι μὲν οὖν παραχρῆμα τῆς ἅλμης πιόντες κατεσχέθησαν, οὗτοι μετριωτέραν ὡς ἐν κακοῖς ἔσχον τὴν συμφοράν, οὐκ ἐνδιατρίψαντες τῷ τοῦ θανάτου φόβῳ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme