Book 3
8.2
ἤδη μὲν ἀνεῳγμένην· ἀλλὰ τὸ ῥάμφος ἐς τὸ ὄρυγμα καθεῖται, καὶ ἔοικε διορύττειν τὸ τραῦμα καὶ ζητεῖν τὸ ἧπαρ· τὸ δὲ ἐκφαίνεται τοσοῦτον, ὅσον ἀνέῳξεν ὁ γραφεὺς τὸ διόρυγμα τοῦ τραύματος· ἐπερείδει δὲ τῷ μηρῷ τῷ τοῦ Προμηθέως τὰς τῶν ὀνύχων ἀκμάς.
8.3
Ὁ δὲ ἀλγῶν πάντη συνέσταλται καὶ τὴν πλευρὰν συνέσπασται καὶ τὸν μηρὸν ἐγείρει καθ’ αὑτοῦ· εἰς γὰρ τὸ ἧπαρ συνάγει τὸν ὄρνιν· ὁ δὲ ἕτερος αὐτῷ τοῖν ποδοῖν τῷ σπασμῷ ὄρθιος ἀντιτείνεται κάτω καὶ εἰς τοὺς δακτύλους ἀποξύνεται.
8.4
Τὸ δ’ ἄλλο σχῆμα δείκνυσι τὸν πόνον· κεκύρτωται τὰς ὀφρῦς, συνέσταλται τὸ χεῖλος, φαίνει τοὺς ὀδόντας. Ἠλέησας ἂν ὡς ἀλγοῦσαν καὶ τὴν γραφήν.
8.5
Ἀναφέρει δὲ λυπούμενον Ἡρακλῆς. Ἕστηκε γὰρ τοξεύων τοῦ Προμηθέως τὸν δήμιον· ἐνήρμοσται τῷ τόξῳ τὸ βέλος, τῇ λαιᾷ προβέβληται τὸ κέρας ὠθῶν, ἐπὶ μαζὸν ἕλκει τὴν δεξιάν, ἕλκων τὸ νεῦρον κεκύρτωται κατόπιν τὸν ἀγκῶνα.
8.6
Πάντα οὖν ὁμοῦ πτύσσεται, τὸ τόξον, τὸ νεῦρον, ἡ δεξιά. Συνάγεται μὲν ὑπὸ τοῦ νεύρου τὸ τόξον, διπλοῦται δὲ ὑπὸ τῆς χειρὸς τὸ νεῦρον,
8.7
κλίνεται δὲ ἐπὶ μαζὸν ἡ χείρ. Ὁ δὲ Προμηθεὺς μεστός ἐστιν ἐλπίδος ἅμα καὶ φόβου· πῇ μὲν γὰρ εἰς τὸ ἕλκος, πῇ δὲ εἰς τὸν Ἡρακλέα βλέπει, καὶ θέλει μὲν αὐτὸν ὅλοις τοῖς ὀφθαλμοῖς ἰδεῖν, ἕλκει δὲ τὸ ἥμισυ τοῦ βλέμματος ὁ πόνος.
9.1
Ἐνδιατρίψαντες οὖν ἡμερῶν δύο καὶ ἀναλαβόντες ἑαυτοὺς ἐκ τῶν κακῶν, ναῦν Αἰγυπτίαν μισθωσάμενοι ʽεἴχομεν δὲ ὀλίγον χρυσίον, ὅπερ ἐτύχομεν ἐζωσμένοἰ διὰ τοῦ Νείλου τὸν πλοῦν ἐπ’ Ἀλεξάνδρειαν ἐποιούμεθα, μάλιστα μὲν ἐκεῖ διεγνωκότες ποιήσασθαι τὴν διατριβὴν καὶ νομίζοντες ταύτῃ τάχα τοὺς φίλους εὑρήσειν προσενεχθέντας.
9.2
Ἐπεὶ δ’ ἐγενόμεθα κατά τινα πόλιν, ἐξαίφνης βοῆς ἀκούομεν πολλῆς. Καὶ ὁ ναύτης εἰπὼν “ὁ βουκόλοσ” μεταστρέφει τὴν ναῦν, ὡς ἐπαναπλεύσων εἰς τοὐπίσω, καὶ ἅμα πλήρης ἦν ἡ γῆ φοβερῶν καὶ ἀγρίων ἀνθρώπων· μεγάλοι μὲν πάντες, μέλανες δὲ τὴν χρόαν, οὐ κατὰ τὴν τῶν Ἰνδῶν τὴν ἄκρατον, ἀλλ̓ οἷος ἂν γένοιτο νόθος Αἰθίοψ, ψιλοὶ τὰς κεφαλάς, λεπτοὶ τοὺς πόδας, τὸ σῶμα παχεῖς· ἐβαρβάριζον δὲ πάντες.