Thesauros Literature novel τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα

τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα

τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα Achilles Tatius

Book 3

9.3 Καὶ ὁ κυβερνήτης εἰπὼν “ἀπολώλαμεν” ἔστησε τὴν ναῦν, ὁ γὰρ ποταμὸς ταύτῃ στενώτατος· καὶ ἐπεμβάντες τῶν λῃστῶν τέσσαρες πάντα μὲν τὰ ἐν τῇ νηὶ λαμβάνουσι, καὶ τὸ χρυσίον ἡμῶν ἀποφέρουσιν, ἡμᾶς δὲ δήσαντες καὶ κατακλείσαντες εἴς τι δωμάτιον ἀπηλλάττοντο, φύλακας ἡμῖν καταλιπόντες, ὡς εἰς τὴν ἐπιοῦσαν ἄξοντες ἡμᾶς ὡς τὸν βασιλέα· τούτῳ γὰρ ἐκάλουν τῷ ὀνόματι τὸν λῃστὴν τὸν μείζονα. Καὶ ἦν ὁδὸς ἡμερῶν δύο, ὡς παρὰ τῶν σὺν ἡμῖν ἑαλωκότων ἠκούσαμεν.
10.1 Ἐπεὶ οὖν νὺξ ἐγένετο καὶ ἐκείμεθα, ὡς ἦμεν, δεδεμένοι καὶ ἐκάθευδον οἱ φρουροί, τότε, ὡς ἐξὸν ἤδη, κλάειν ἦρχον τὴν Λευκίππην. Καὶ δὴ λογισάμενος ὅσων αὐτῇ γέγονα κακῶν αἴτιος, κωκύσας ἐν τῇ ψυχῇ βύθιον, τῷ δὲ νῷ κλέψας τοῦ κωκυτοῦ τὸν ψόφον “ὦ θεοὶ καὶ δαίμονεσ” ἔφην “εἴπερ ἐστέ που καὶ ἀκούετε, τί τηλικοῦτον ἠδικήκαμεν, ὡς ἐν ὀλίγαις ἡμέραις τοσούτῳ πλήθει βαπτισθῆναι κακῶν;
10.2 Νῦν δὲ καὶ παραδεδώκατε ἡμᾶς λῃσταῖς Αἰγυπτίοις, ἵνα μηδὲ ἐλέου τύχωμεν. Λῃστὴν γὰρ Ἕλληνα καὶ φωνὴ κατέκλασε, καὶ δέησις ἐμάλαξεν· ὁ γὰρ λόγος πολλάκις τὸν ἔλεον προξενεῖ· τῷ γὰρ πονοῦντι τῆς ψυχῆς ἡ γλῶττα πρὸς ἱκετηρίαν διακονουμένη τῆς τῶν ἀκουόντων ψυχῆς ἡμεροῖ τὸ θυμούμενον.
10.3 Νῦν δὲ ποίᾳ μὲν φωνῇ δεηθῶμεν; τίνας δὲ λόγους προτείνωμεν; Κἂν Σειρήνων τις γένηται πιθανώτερος, ὁ ἀνδροφόνος οὐκ ἀκούει. Μόνοις ἱκετεύειν με δεῖ τοῖς νεύμασι καὶ τὴν δέησιν δηλοῦν ταῖς χειρονομίαις. Ὢ τῶν ἀτυχημάτων· ἤδη τὸν θρῆνον ὀρχήσομαι.
10.4 Τὰ μὲν οὖν ἐμά, κἂν ὑπερβολὴν ἔχῃ συμφορᾶς, ἧττον ἀλγῶ, τὰ δὲ σά, Λευκίππη, ποίῳ στόματι θρηνήσω; ποίοις ὄμμασι δακρύσω; Ὦ πιστὴ μὲν πρὸς ἀνάγκην ἔρωτος, χρηστὴ δὲ πρὸς ἐραστὴν δυστυχοῦντα.
10.5 Ὡς καλά σου τῶν γάμων τὰ κοσμήματα. Θάλαμος μὲν τὸ δεσμωτήριον, εὐνὴ δὲ ἡ γῆ, ὅρμοι δὲ καὶ ψέλια κάλοι καὶ βρόχος, καί σοι νυμφαγωγὸς λῃστὴς παρακαθεύδει, ἀντὶ δὲ ὑμεναίων τίς σοι τὸν θρῆνον ᾅδει.
10.6 Μάτην σοι, ὦ θάλασσα, τὴν χάριν ὡμολογήσαμεν· μέμφομαί σου τῇ φιλανθρωπίᾳ· χρηστοτέρα γέγονας πρὸς οὕς ἀπέκτεινας, ἡμᾶς δὲ σώσασα μᾶλλον ἀπέκτεινας. Ἐφθόνησας ἡμῖν ἀλῃστεύτοις ἀποθανεῖν.”

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme