Book 4
14.5
τῶν δ’ ἄλλων ἀδιήγητος ὁ θάνατος ἦν. Οἱ μὲν γὰρ εὐθὺς ἐκ πρώτης προσβολῆς μηδὲ κινήσαντες τὰς αἰχμὰς ἀπώλλυντο, οἱ δὲ οὐ λαβόντες σχολὴν ἀμύνασθαι· ἅμα γὰρ ἐμάνθανον καὶ ἔπασχον· ἐνίους δὲ ἔφθανε τὸ παθεῖν πρὸ τοῦ μαθεῖν· οἱ δὲ ὑπ’ ἐκπλήξεως τοῦ παραλόγου τὸν θάνατον εἱστήκεσαν περιμένοντες· οἱ δὲ καὶ κινηθέντες μόνον κατωλίσθανον ὑποσκελίζοντος αὐτοὺς τοῦ ποταμοῦ· οἱ δὲ καὶ φεύγειν ὁρμήσαντες εἰς τὸ βαθὺ τῆς λίμνης ἐγκυλισθέντες ὑπεσύρησαν.
14.6
Τῶν μὲν γὰρ ἐπὶ τῆς γῆς ἑστώτων τὸ ὕδωρ ἦν ἄχρις ὀμφαλοῦ, ὥστε καὶ ἀνέκρουεν αὐτῶν τὰς ἀσπίδας καὶ ἐγύμνου πρὸς τὰ τραύματα τὰς γαστέρας· τὸ δὲ κατὰ τὴν λίμνην ὕδωρ πάντη ὑπὲρ κεφαλὴν ἀνδρὸς ἦν.
14.7
Διακρῖναι δ’ οὐκ ἦν τί λίμνη καὶ τί πεδίον, ἀλλὰ καὶ ὁ διὰ τῆς γῆς τρέχων δέει τοῦ μὴ διαμαρτεῖν βραδύτερος ἦν πρὸς τὴν φυγήν, ὥστε ταχέως ἡλίσκετο, καὶ ὁ κατὰ τῆς λίμνης πλανηθείς,
14.8
δόξας γῆν εἶναι, κατεδύετο. Καὶ ἦν καινὰ ἀτυχήματα, ναυάγια τοσαῦτα, καὶ ναῦς οὐδαμοῦ· ἀμφότερα δὲ καινὰ καὶ παράλογα, ἐν ὕδατι πεζομαχία,
14.9
καὶ ἐν τῇ γῇ ναυαγία. Οἱ μὲν δὴ τοῖς πεπραγμένοις ἐπαρθέντες μέγα ἐφρόνουν, ἀνδρείᾳ νομίζοντες κεκρατηκέναι καὶ οὐκ ἀπάτης κλοπῇ. Ἀνὴρ γὰρ Αἰγύπτιος καὶ τὸ δειλὸν ὅπου φοβεῖται δεδούλωται, καὶ τὸ μάχιμον ἐν οἷς θαρρεῖ παρώξυνται· ἀμφότερα δὲ οὐ κατὰ μέτρον, ἀλλὰ τὸ μὲν ἀσθενέστερον δυστυχεῖ, τὸ δὲ προπετέστερον κρατεῖ.
15.1
Δέκα δὲ τῇ Λευκίππῃ διεληλύθεσαν ἡμέραι τῆς μανίας, ἡ δὲ νόσος οὐκ ἐκουφίζετο. Ἅπαξ οὖν ποτε καθεύδουσα, ταύτην ἀφίησιν ὀνειροπολουμένη τὴν φωνὴν “διὰ σὲ μαίνομαι, Γοργία.” Ἐπεὶ οὖν ἕως ἐγένετο, λέγω τῷ Μενελάῳ τὸ λεχθὲν καὶ ἐσκόπουν εἴ τις εἴη που κατὰ τὴν κώμην Γοργίας.
15.2
Προελθοῦσι δ’ ἡμῖν νεανίσκος προσέρχεταί τις καὶ προσαγορεύσας με “σωτὴρ ἥκω σὸσ” ἔφη “καὶ τῆς σῆς γυναικός.” Ἐκπλαγεὶς οὖν καὶ θεόπεμπτον εἶναι νομίσας τὸν ἄνθρωπον “μὴ Γοργίασ” εἶπον “τυγχάνεις;” “Οὐ μὲν οὖν” εἶπεν “ἀλλὰ Χαιρέας· Γοργίας γάρ σε ἀπολώλεκεν.”