Book 4
16.4
ἔφη “πίομαι πρῶτος, τὸ δὲ δώσω τῇ γυναικί. Κοιμήσεται δὲ πάντως δι’ ὅλης τῆς νυκτὸς λαβοῦσα· περὶ δὲ τὴν ἕω καὶ τὸν ὕπνον καὶ τὴν νόσον ἀπώσεται.” Λαμβάνει δὴ τοῦ φαρμάκου πρῶτος αὐτός, τὸ δὲ λοιπὸν κελεύει περὶ τὴν ἑσπέραν δοῦναι πιεῖν.
16.5
“Ἐγὼ δὲ ἄπειμι” ἔφη “κοιμησόμενος· τὸ γὰρ φάρμακον οὕτω βούλεται.” Ταῦτα εἰπὼν ἀπῆλθε, τοὺς τέτταρας χρυσοῦς παρ’ ἐμοῦ λαβών. “Τοὺς δὲ λοιποὺσ” ἔφην “δώσω, εἰ ῥαΐσει ἐκ τῆς νόσου.”
17.1
Ἐπεὶ οὖν καιρὸς ἦν αὐτῇ πιεῖν τὸ φάρμακον, ἐγχέας προσηυχόμην αὐτῷ “ὦ γῆς τέκνον, φάρμακον, ὦ δῶρον Ἀσκληπιοῦ, ἀλήθευσόν σου τὰ ἐπαγγέλματα· εὐτυχέστερον ἐμοῦ γενοῦ καὶ σῶζέ μοι τὴν φιλτάτην. Νίκησον τὸ φάρμακον ἐκεῖνο τὸ βάρβαρον
17.2
καὶ ἄγριον.” Ταῦτα δοὺς τῷ φαρμάκῳ τὰ συνθήματα καὶ καταφιλήσας τὸ ἔκπωμα δίδωμι τῇ Λευκίππῃ πιεῖν· ἡ δέ, ὡς ὁ ἄνθρωπος εἶπε, μετὰ μικρὸν ἔκειτο καθεύδουσα. Κἀγὼ παρακαθήμενος ἔλεγον πρὸς αὐτὴν ὡς ἀκούουσαν “ἆρά μοι σωφρονήσεις ἀληθῶς; ἆρά μέ ποτε γνωριεῖς; ἆρά σου τὴν φωνὴν ἐκείνην ἀπολήψομαι;
17.3
μάντευσαί τι καὶ νῦν καθεύδουσα· καὶ γὰρ χθὲς τοῦ Γοργίου κατεμαντεύσω δικαίως. Εὐτυχεῖς ἄρα μᾶλλον κοιμωμένη· γρηγοροῦσα μὲν γὰρ μανίαν δυστυχεῖς, τὰ δὲ ἐνύπνιά
17.4
σου σωφρονεῖ.” Ταῦτά μου διαλεγομένου ὡς πρὸς ἀκούουσαν Λευκίππην, μόλις ἡ πολύευκτος ἕως ἀναφαίνεται, καὶ ἡ Λευκίππη φθέγγεται, καὶ ἦν ἡ
17.5
φωνὴ “Κλειτοφῶν.” Ἀναπηδήσας οὖν πρόσειμί τε αὐτῇ καὶ πυνθάνομαι πῶς ἔχει· ἡ δὲ ἐῴκει μὲν μηδὲν ὧν ἔπραξεν ἐγνωκέναι, τὰ δεσμὰ δὲ ἰδοῦσα ἐθαύμαζε καὶ ἐπυνθάνετο τίς ὁ δήσας εἴη. Ἐγὼ δὲ ἰδὼν σωφρονοῦσαν ὑπὸ πολλῆς χαρᾶς ἔλυον μὲν μετὰ θορύβου τὰ δεσμά, μετὰ ταῦτα δὲ ἤδη τὸ πᾶν αὐτῇ διηγοῦμαι· ἡ δὲ ᾐσχύνετο ἀκροωμένη καὶ ἠρυθρία καὶ ἐνόμιζε τότε αὐτὰ ποιεῖν.
17.6
Τὴν μὲν οὖν ἀνελάμβανον παραμυθούμενος, τοῦ δὲ φαρμάκου τὸν μισθὸν ἀποδίδωμι μάλα ἄσμενος. Ἦν δὲ τὸ πᾶν ἡμῖν ἐφόδιον σῶον· ὁ γὰρ Σάτυρος ἔτυχεν ἐζωσμένος ὅτε ἐναυαγήσαμεν, οὐκ ἀφῄρητο δὲ ὑπὸ τῶν λῃστῶν οὔτε αὐτὸς οὔτε ὁ Μενέλαος οὐδὲν ὧν εἶχεν.