Thesauros Literature novel τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα

τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα

τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα Achilles Tatius

Book 4

8.4 Εἰ δέ τις ἁρπάσει μου καὶ ταῦτα, οὐ φέρω τὴν φθοράν, οὐ μεμοιχεύσεταί μου τὰ φιλήματα.” “Οὐκοῦν” ἔφη ὁ Μενέλαος “βουλῆς ἡμῖν ἀρίστης δεῖ καὶ ταχίστης.
8.5 Ἐρῶν γάρ τις, εἰς ὅσον μὲν ἔχει τὴν ἐλπίδα τοῦ τυχεῖν, φέρει, εἰς αὐτὸ τὸ τυχεῖν ἀποτεινόμενος· ἐὰν δὲ ἀπογνῷ, τὸ ἐπιθυμοῦν μεταβαλὼν ἀντιλυπῆσαι μέχρι τοῦ δυνατοῦ τολμᾷ τὸ κωλῦον.
8.6 Ἔστω δὲ καὶ ἰσχύς, ὥστε τι δρᾶσαι μετὰ τοῦ μὴ παθεῖν· τότε δὲ τῆς ψυχῆς τὸ μὴ φοβούμενον ἀγριαίνει μᾶλλον τὸ θυμούμενον. Καὶ γὰρ ὁ καιρὸς ἐπείγει τῶν πραγμάτων τὸ ἄπορον.”
9.1 Σκοπούντων οὖν ἡμῶν εἰστρέχει τις τεθορυβημένος καὶ λέγει τὴν Λευκίππην ἄφνω βαδίζουσαν καταπεσεῖν καὶ τὼ ὀφθαλμὼ διαστρέφειν. Ἀναπηδήσαντες οὖν ἐθέομεν ἐπ’ αὐτὴν καὶ ὁρῶμεν ἐπὶ τῆς γῆς κειμένην.
9.2 Προσελθὼν οὖν ἐπυθόμην ὅ τι πάθοι· ἡ δὲ ὡς εἶδέ με, ἀναπηδήσασα παίει με κατὰ τῶν προσώπων, ὕφαιμον βλέπουσα· ὡς δὲ καὶ ὁ Μενέλαος οἷός τε ἦν ἀντιλαμβάνεσθαι, παίει κἀκεῖνον τῷ σκέλει. Συνέντες οὖν ὅτι μανία εἴη τις τὸ κακόν, βίᾳ συλλαβόντες ἐπειρώμεθα κρατεῖν· ἡ δὲ προσεπάλαιεν ἡμῖν, οὐδὲν φροντίζουσα κρύπτειν ὅσα γυνὴ μὴ ὁρᾶσθαι θέλει.
9.3 Θόρυβος οὖν πολὺς περὶ τὴν σκηνὴν αἴρεται, ὥστε καὶ αὐτὸν εἰσδραμεῖν τὸν στρατηγὸν καὶ τὰ γινόμενα ὁρᾶν. Ὁ δὲ τὰ πρῶτα σκῆψιν ὑπώπτευε τὴν ἀσθένειαν καὶ τέχνην ἐπ’ αὐτόν, καὶ τὸν Μενέλαον ὑπεβλέπετο· ὡς δὲ κατὰ μικρὸν ἑώρα τὴν ἀλήθειαν, ἔπαθέ τι καὶ αὐτὸς καὶ ἠλέησε.
9.4 Κομίσαντες οὖν βρόχους ἔδησαν τὴν ἀθλίαν. Ὡς δὲ εἶδον αὐτῆς περὶ τὰς χεῖρας τὰ δεσμά, ἐδεόμην Μενελάου τῶν πολλῶν ἀπηλλαγμένων ἤδη “λύσατε” λέγων, “ἱκετεύω, λύσατε· οὐ φέρουσι δεσμὸν χεῖρες ἁπαλαί· ἐάσατέ με σὺν αὐτῇ· μόνος ἐγὼ περιπτυξάμενος αὐτῇ δεσμὸς ἔσομαι· μαινέσθω κατ’ ἐμοῦ.
9.5 Τί γάρ με καὶ ξῆν ἔτι δεῖ; οὐ γνωρίζει με Λευκίππη παρόντα, κεῖται δέ μοι δεδεμένη, καὶ ὁ ἀναιδὴς ἐγὼ λῦσαι δυνάμενος οὐκ ἐθέλω. Ἐπὶ τούτῳ ἡμᾶς σέσωκεν ἡ Τύχη ἐκ τῶν λῃστῶν, ἵνα γένῃ μανίας παιδιά;
9.6 ὦ δυστυχεῖς ἡμεῖς, ὅταν εὐτυχήσωμεν. Τοὺς οἴκοι φόβους ἐκπεφεύγαμεν, ἵνα ναυαγίαν δυστυχήσωμεν· ἐκ τῆς θαλάσσης περιγεγόναμεν· ἐκ τῶν λῃστῶν ἀνασεσώσμεθα·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme