Book 4
12.5
τὸ ὕδωρ ἔχουσαι τόν τε πηλὸν τοῦ ὕδατος. Ἐπὶ ταύτας αὐτοὶ καὶ βαδίζουσι καὶ πλέουσιν, οὐδὲ ναῦς ἑτέρα δύναται πλεῖν, ἀλλ’ ὅσον ἄνθρωπον ἐπιβῆναι· ἀλλὰ πᾶν τὸ ξένον τοῦ τόπου ὁ πηλὸς ἐμπίπτων κρατεῖ. Τοῖς δὲ μικρὰ μὲν καὶ κοῦφα πλοῖα, καὶ ὀλίγον ὕδωρ αὐτοῖς ἀρκεῖ· εἰ δὲ τέλεον ἄνυδρον εἴη, ἀράμενοι τοῖς νώτοις οἱ πλωτῆρες τὸ πλοῖον φέρουσιν,
12.6
ἄχρις ἂν ἐπιτύχωσιν ὕδατος. Ἐν ταύταις δὴ ταῖς λίμναις μέσαι νῆσοί τινές εἰσι σποράδην πεποιημέναι· αἱ μὲν οἰκοδομημάτων ἔρημοι, παπύροις πεφυτευμέναι· τῶν δὲ παπύρων διεστᾶσιν αἱ φάλαγγες πεπυκνωμέναι τοσοῦτον ὅσον παρ’ ἑκάστην ἄνδρα στῆναι μόνον, τὸ μεταξὺ δὲ τοῦτο τῆς πυκνώσεως αὐτῶν ἄνωθεν ἀναπληροῦσιν αἱ τῶν παπύρων κόμαι.
12.7
Ὑποτρέχοντες οὖν ἐκεῖ καὶ βουλεύονται καὶ λοχῶσι καὶ λανθάνουσι, τείχεσι ταῖς παπύροις χρώμενοι. Εἰσὶ δὲ τῶν νήσων τινὲς καλύβας ἔχουσαι, καὶ αὐτοσχέδιον μεμίμηνται πόλιν ταῖς λίμναις τετειχισμέναι.
12.8
Βουκόλων αὗται καταγωγαί. Τῶν πλησίον οὖν μία μεγέθει καὶ καλύβαις πλείοσι διαφέρουσα “ἐκάλουν δὲ αὐτήν, οἶμαι, Νίκωχιν” , ἐνταῦθα πάντες συνελθόντες ὡς εἰς τόπον ὀχυρώτατον ἐθάρρουν καὶ πλήθει καὶ τόπῳ. Εἷς γὰρ αὐτὴν διεῖργε στενωπὸς τὸ μὴ πᾶσαν νῆσον γενέσθαι· ἦν δὲ σταδίου μὲν τὸ μέγεθος, τὸ δὲ πλάτος ὀργυιῶν δώδεκα· λίμναι δὲ τῇδε κἀκεῖσε τὴν πόλιν περιέρρεον.
13.1
Ἐπεὶ τοίνυν ἑώρων τὸν στρατηγὸν προσπελάζοντα, τεχνάζονταί τι τοιοῦτον. Συναγαγόντες πάντας τοὺς γέροντας καὶ ἐπιθέντες αὐτοῖς ἱκετηρίας ῥάβδους φοινικίνας, ὄπισθεν ἐπιτάττουσι τῶν νέων τοὺς ἀκμαιοτάτους ἀσπίσι καὶ λόγχαις ὡπλισμένους.
13.2
Ἔμελλον δὲ οἱ μὲν γέροντες ἀνίσχοντες τὰς ἱκετηρίας πετάλων κόμαις καλύψειν τοὺς ὄπισθεν, οἱ δὲ ἑπόμενοι τὰς λόγχας ἐπισυρεῖν ὑπτίας, ὡς ἂν ἥκιστα ὀφθεῖεν. Κἂν μὲν ὁ στρατηγὸς πεισθῇ ταῖς τῶν γερόντων λιταῖς, μηδέν τι νεωτερίζειν τοὺς λογχοφόρους εἰς μάχην· εἰ δὲ μή, καλεῖν αὐτὸν ἐπὶ τὴν πόλιν,
13.3
ὡς σφᾶς αὐτοὺς διδόντων εἰς θάνατον. Ὅταν δὲ ἐν μέσῳ γένωνται τῷ στενωπῷ, τοὺς μὲν γέροντας ἀπὸ συνθήματος διαδιδράσκειν καὶ ῥίπτειν τὰς ἱκετηρίας, τοὺς δὲ ὡπλισμένους προδραμόντας ὅ τι καὶ δύναιντο ποιεῖν.