Book 5
16.1
Κἀγὼ εἶπον “μή με βιάσῃ λῦσαι θεσμὸν ὁσίας νεκρῶν· οὔπω τῆς ἀθλίας ἐκείνης τοὺς ὅρους παρήλθομεν, ἕως ἂν γῆς ἐπιβῶμεν ἑτέρας. Οὐκ ἤκουσας, ὡς ἐν θαλάσσῃ τέθνηκεν; ἔτι πλέω Λευκίππης τὸν τάφον· τάχα που περὶ τὴν ναῦν αὐτῆς εἰλεῖται τὸ εἴδωλον.
16.2
Λέγουσι δὲ τὰς ἐν ὕδατι ψυχὰς ἀνῃρημένας μηδὲ εἰς Ἅδου καταβαίνειν ὅλως, ἀλλ’ αὐτοῦ περὶ τὸ ὕδωρ ἔχειν τὴν πλάνην, καὶ ἐπιστήσεται τάχα ἡμῖν συμπλεκομένοις. Ἐπιτήδειον δέ σοι δοκεῖ τὸ χωρίον εἶναι πρὸς γάμον; γάμος ἐπὶ κύματος, γάμος ὑπὸ θαλάσσης φερόμενος; θάλαμον ἡμῖν θέλεις γενέσθαι μὴ μένοντα;”
16.3
“Σὺ μὲν” ἔφη “σοφίζῃ, φίλτατε· πᾶς δὲ τόπος τοῖς ἐρῶσι θάλαμος· οὐδὲν γὰρ ἄβατον τῷ θεῷ. Θάλασσα δὲ μὴ καὶ οἰκειοτάτη ἐστὶν Ἔρωτι καὶ Ἀφροδισίοις μυστηρίοις; θυγάτηρ Ἀφροδίτη Θαλάσσης.
16.4
Χαρισώμεθα τῇ γαμηλίῳ θεῷ, τιμήσωμεν αὐτῆς γάμῳ τὴν μητέρα· ἐμοὶ μὲν γὰρ δοκεῖ τὰ παρόντα γάμων εἶναι σύμβολα. Ζυγὸς μὲν οὗτος ὑπὲρ κεφαλῆς κρεμάμενος, δεσμοὶ δὲ περὶ τὴν κεραίαν τεταμένοι· καλά γε, ὦ δέσποτα, τὰ μαντεύματα· ὑπὸ ζυγὸν ὁ θάλαμος καὶ κάλω δεδεμένοι· ἀλλὰ καὶ πηδάλιον τοῦ θαλάμου πλησίον.
16.5
Ἰδοὺ τοὺς γάμους ἡμῶν ἡ Τύχη κυβερνᾷ, νυμφοστολήσουσι δὲ ἡμᾶς Ποσειδῶν καὶ Νηρεΐδων χορός· ἐνταῦθα γὰρ καὶ αὐτὸς Ἀμφιτρίτην γαμεῖ. Λιγυρὸν δὲ συρίζει περὶ τοὺς κάλως καὶ τὸ πνεῦμα· ἐμοὶ μὲν ὑμέναιον ᾅδειν δοκεῖ τὰ τῶν ἀνέμων αὐλήματα.
16.6
Ὁρᾷς δὲ καὶ τὴν ὀθόνην κεκυρτωμένην, ὥσπερ ἐγκύμονα γαστέρα· δεξιόν μοι καὶ τοῦτο τῶν οἰωνισμάτων· ἔσῃ μοι ταχὺ καὶ πατήρ.”
16.7
Ἰδὼν οὖν αὐτὴν σφόδρα ἐγκειμένην “φιλοσοφήσωμεν” εἶπον “ὦ γύναι, μέχρις ἂν λαβώμεθα γῆς· ὄμνυμι γάρ σοι τὴν θάλατταν αὐτὴν καὶ τὴν τοῦ πλοῦ τύχην, ὡς ἐσπούδακα καὶ αὐτός. Ἀλλ’ εἰσὶ καὶ θαλάσσης νόμοι.
16.8
Πολλάκις ἤκουσα παρὰ τῶν ναυτικωτέρων, καθαρὰ δεῖν ἀφροδισίων εἶναι τὰ σκάφη, τάχα μὲν ὡς ἱερά, τάχα δὲ ἵνα μή τις ἐν τηλικούτῳ κινδύνῳ τρυφᾷ. Μὴ ἐνυβρίσωμεν, ὦ φιλτάτη, τῇ θαλάσσῃ· μὴ συμμίξωμεν γάμον ὁμοῦ καὶ φόβον· τηρήσωμεν ἑαυτοῖς καθαρὰν τὴν ἡδονήν.” Ταῦτα λέγων καὶ μειλισσόμενος τοῖς φιλήμασιν ἔπειθον, καὶ τὸ λοιπὸν οὕτως ἐκαθεύδομεν.