Book 5
19.3
ἐνήλλαξεν.” “Εἶτα ἕστηκασ” ἔφην “ἐπὶ τηλικούτοις ἀγαθοῖς καὶ μέχρι τῶν ὤτων μόνον εὐφραίνεις, ἀλλ̓ οὐ δεικνύεις καὶ τοῖς ὄμμασι τἀγαθά;” “Μὴ σύ γε” εἶπεν ὁ Σάτυρος· “ἀλλ’ ἐνεὸς κάτασχε “μὴ πάντα ἀπολέσῃσ” , ἕως ἂν περὶ τούτων ἀσφαλέστερον βουλευσώμεθα.
19.4
Γυναῖκα ὁρᾷς τὴν πρώτην Ἐφεσίων μαινομένην ἐπὶ σοί, ἡμᾶς δὲ ἐρήμους ἐν μέσαις ἄρκυσιν.” “Ἀλλ’ οὐ δύναμαι” ἔφην· ʽἐπέρχεται γὰρ διὰ πασῶν τῶν τοῦ σώματος ὁδῶν ἡ χαρά.
19.5
Ἀλλ̓ ἰδού μοι διὰ τῶν γραμμάτων ἐγκαλεῖ.ʼ Καὶ ἅμα αὖθις ἐντυγχάνων τοῖς γράμμασιν, ὡς ἐκείνην δι’ αὐτῶν βλέπων, καὶ ἀναγινώσκων καθ’ ἓν ἔλεγον “δίκαια ἐγκαλεῖς, φιλτάτη. Πάντα δι’ ἐμὲ ἔπαθες·
19.6
πολλῶν σοι γέγονα κακῶν αἴτιος.” Ὡς δὲ εἰς τὰς μάστιγας καὶ εἰς τὰς βασάνους ἐγενόμην, ἃς ὁ Σωσθένης αὐτῇ παρετρίψατο, ἔκλαον ὥσπερ αὐτὰς τὰς βασάνους βλέπων αὐτῆς· ὁ γὰρ λογισμὸς πέμπων τῆς ψυχῆς τὰ ὄμματα πρὸς τὴν ἀπαγγελίαν τῶν γραμμάτων, ἐδείκνυ τὰ ὁρώμενα ὡς δρώμενα· πάνυ δὲ ἠρυθρίων ἐφ’ οἷς μοι τὸν γάμον ὠνείδιζεν, ὥσπερ ἐπ’ αὐτοφώρῳ μοιχὸς κατειλημμένος. Οὕτως ᾐσχυνόμην καὶ τὰ γράμματα.
20.1
“Οἴμοι, πῶς ἀπολογήσομαι, Σάτυρε;” ἔφην· “ἑαλώκαμεν· Λευκίππη κατέγνωκεν ἡμῶν· τάχα δὲ καὶ μεμισήμεθα. Ἀλλὰ πῶς ἐσώθη φράσον σὺ καὶ τίνος σῶμα ἐθάψαμεν;” “Αὐτή σοι κατὰ καιρὸν φράσει· τὸ δὲ νῦν” ὁ Σάτυρος ἔφη “ἀντιγράψαι σε δεῖ καὶ ἱλάσασθαι τὴν κόρην.
20.2
Κἀγὼ γὰρ αὐτῇ διωμοσάμην, ὡς ἄκων ἔγημας.” “Εἶπας γὰρ” ἔφην “ὅτι καὶ ἔγημα; ἀπολώλεκάς με.” “Τῆς εὐηθείας· ὅλη γὰρ ἡ πόλις οὐκ οἶδε τὸν γάμον;” “Ἀλλ’ οὐκ ἔγημα, μὰ τὸν Ἡρακλέα, Σάτυρε, καὶ τὴν παροῦσαν τύχην.”
20.3
“Παίζεις, ὠγαθέ· συγκαθεύδεις.” “Οἶδα μὲν ἄπιστα λέγων, ἀλλ’ οὔπω πέπρακται· καθαρὸς εἰς ταύτην τὴν ἡμέραν Μελίτης Κλειτοφῶν.
20.4
Ἀλλὰ τί γράψω, λέγε· σφόδρα γάρ με ἐξέπληξε τὸ συμβάν, ὥστε ἀπόρως ἔχω.” “Οὐκ εἰμί σου σοφώτεροσ” ὁ Σάτυρος εἶπεν· “ἀλλὰ αὐτός σοι ὁ ἔρως ὑπαγορεύσει. Μόνον διὰ ταχέων.”