Book 5
25.6
τὸ δὲ τῆς ἡδονῆς οὐδαμοῦ. Ἄπιστε καὶ βάρβαρε· ἐτόλμησας οὕτως ἐρῶσαν γυναῖκα κατατῆξαι, καὶ ταῦτα Ἔρωτος καὶ σὺ δοῦλος ὤν; Οὐκ ἐφοβήθης αὐτοῦ τὰ μηνίματα; οὐκ ᾐδέσθης αὐτοῦ τὸ πῦρ; οὐκ ἐτίμησας αὐτοῦ τὰ μυστήρια; οὐ κατέκλασέ σε ταῦτα τὰ ὄμματα δακρύοντα;
25.7
Ὦ καὶ λῃστῶν ἀγριώτερε· δάκρυα γὰρ καὶ λῃστὴς αἰσχύνεται. Οὐδέν σε ἠρέθισεν εἰς ἀφροδίτην κἂν μίαν, οὐ δέησις, οὐ χρόνος, οὐχ ἡ τῶν σωμάτων συμπλοκή, ἀλλά, τὸ πάντων ὑβριστικώτατον, προσαπτόμενος, καταφιλῶν οὕτως ἀνέστης ὡς ἄλλη γυνή.
25.8
Τίς αὕτη τῶν γάμων ἡ σκιά; Οὐ μὲν δὴ γεγηρακυίᾳ συνεκάθευδες οὐδ᾽ ἀποστρεφομένῃ σου τὰς περιπλοκάς, ἀλλὰ καὶ νέᾳ καὶ φιλούσῃ, εἴποι δ’ ἂν ἄλλος ὅτι καὶ καλῇ. Εὐνοῦχε καὶ ἀνδρόγυνε καὶ κάλλους βάσκανε, ἐπαρῶμαί σοι δικαιοτάτην ἀράν· οὕτω σε ἀμύναιτο ὁ Ἔρως εἰς τὰ σά.”
26.1
Ταῦτα ἔλεγε καὶ ἅμα ἔκλαεν· ὡς δὲ ἐσιώπων ἐγὼ κάτω νενευκώς, μικρὸν διαλιποῦσα λέγει μεταβαλοῦσα “ἃ μὲν εἶπον, ὦ φίλτατε, θυμὸς ἔλεγε καὶ λύπη· ἃ δὲ νῦν μέλλω λέγειν, ἔρως λέγει. Κἂν ὀργίζωμαι,
26.2
κάομαι· κἂν ὑβρίζωμαι, φιλῶ. Σπεῖσαι κἂν νῦν, ἐλέησον· οὐκέτι δέομαι πολλῶν ἡμερῶν καὶ γάμου μακροῦ, ὃν ἡ δυστυχὴς ὠνειροπόλουν ἐπὶ σοί· ἀρκεῖ μοι κἂν μία συμπλοκή· μικροῦ δέομαι φαρμάκου πρὸς τηλικαύτην νόσον. Σβέσον μοι ὀλίγον τοῦ πυρός· εἰ δέ τί σοι προπετῶς ἐθρασυνάμην, σύγγνωθι,
26.3
φίλτατε· ἔρως ἀτυχῶν καὶ μαίνεται. Ἀσχημονοῦσα οἶδα, ἀλλ’ οὐκ αἰσχύνομαι τὰ τοῦ Ἔρωτος ἐξαγορεύουσα μυστήρια. Πρὸς ἄνδρα λαλῶ μεμυημένον· οἶδας τί πάσχω· τοῖς δὲ ἄλλοις ἀνθρώποις ἀθέατα τὰ βέλη τοῦ θεοῦ, καὶ οὐκ ἄν τις ἐπιδεῖξαι δύναιτο τὰ τοξεύματα, μόνοι δὲ οἴδασιν οἱ ἐρῶντες τὰ τῶν ὁμοίων τραύματα.
26.4
Ἔτι μόνον ἔχω ταύτην τὴν ἡμέραν· τὴν ὑπόσχεσιν ἀπαιτῶ. Ἀναμνήσθητι τῆς Ἴσιδος, αἰδέσθητι τοὺς ὅρκους τοὺς ἐκεῖ. Εἰ μὲν γὰρ καὶ συνοικεῖν ἤθελες, ὥσπερ ὤμοσας, οὐκ ἂν ἐφρόντισα Θερσάνδρων μυρίων· ἐπεὶ δὲ Λευκίππην εὑρόντι σοι γάμος ἀδύνατος ἄλλης γυναικός, ἑκοῦσά σοι τοῦτο παραχωρῶ· οἶδα νικωμένη· οὐκ αἰτῶ πλέον ἢ δύναμαι τυχεῖν· κατ’ ἐμοῦ γὰρ πάντα καινά· ἀναβιοῦσι καὶ νεκροί.