Book 5
5.7
Τὸ δὲ δεῖπνον ἦν ὁ παῖς Τηρέως, οὗ μήτηρ μὲν ἦν πρὸ τῆς ὀργῆς ἡ Πρόκνη, τότε δὲ τῶν ὠδίνων ἐπιλέληστο. Οὕτως αἱ τῆς ζηλοτυπίας ὠδῖνες νικῶσι καὶ τὴν γαστέρα. Μόνον γὰρ ἐρῶσαι αἱ γυναῖκες ἀνιᾶσαι τὸν τὴν εὐνὴν λελυπηκότα, κἂν πάσχωσιν ἐν οἷς ποιοῦσιν οὐχ ἧττον κακόν, τὴν τοῦ πάσχειν λογίζονται συμφορὰν τῇ τοῦ ποιεῖν ἡδονῇ.
5.8
Ἐδείπνησεν ὁ Τηρεὺς δεῖπνον Ἐρινύων, αἱ δὲ ἐν κανῷ τὰ λείψανα τοῦ παιδίου παρέφερον, γελῶσαι φόβῳ. Ὁ Τηρεὺς ὁρᾷ τὰ λείψανα τοῦ παιδίου καὶ πενθεῖ τὴν τροφὴν καὶ ἐγνώρισεν ὢν τοῦ δείπνου πατήρ· γνωρίσας μαίνεται καὶ σπᾶται τὸ ξίφος καὶ ἐπὶ τὰς γυναῖκας τρέχει, ἃς δέχεται ὁ ἀήρ. Καὶ ὁ Τηρεὺς αὐταῖς συναναβαίνει καὶ ὄρνις γίνεται· καὶ τηροῦσιν ἔτι τοῦ πάθους τὴν εἰκόνα.
5.9
Φεύγει μὲν ἀηδών, διώκει δὲ ὁ Τηρεύς. Οὕτως ἐφύλαξε τὸ μῖσος καὶ μέχρι τῶν πτερῶν.”
6.1
Τότε μὲν οὖν οὕτως ἐξεφύγομεν τὴν ἐπιβουλήν· ἐκερδήσαμεν δὲ οὐδὲν ἢ μίαν ἡμέραν. Τῇ γὰρ ὑστεραίᾳ παρῆν ἕωθεν ὁ Χαιρέας, καὶ ἡμεῖς αἰδεσθέντες ἀντιλέγειν οὐκ εἴχομεν. Ἐπιβάντες οὖν σκάφους, ἤλθομεν εἰς τὴν Φάρον, ὁ δὲ Μενέλαος ἔμεινεν αὐτοῦ,
6.2
φήσας οὐχ ὑγιῶς ἔχειν. Πρῶτον μὲν οὖν ἡμᾶς ὁ Χαιρέας ἐπὶ τὸν πύργον ἄγει καὶ δείκνυσι τὴν κατασκευὴν θαυμασίαν τινὰ καὶ παράλογον.
6.3
Ὄρος ἦν ἐν μέσῃ τῇ θαλάσσῃ κείμενον, ψαῦον αὐτῶν τῶν νεφῶν, ὑπέρρει δὲ ὕδωρ κάτωθεν τοῦ ποιήματος· τὸ δὲ ἐπὶ θαλάσσης εἱστήκει κρεμάμενον· ἐς δὲ τὴν τοῦ ὄρους ἀκρόπολιν ὁ τῶν νεῶν κυβερνήτης ἀνέτελλεν ἥλιος. Μετὰ δὲ ταῦτα ἡγεῖτο ἡμῖν ἐπὶ τὴν οἰκίαν· ἦν δὲ ἐπ’ ἐσχάτων τῆς νήσου κειμένη ἐπ’ αὐτῇ τῇ θαλάσσῃ.
7.1
Ἑσπέρας οὖν γενομένης ὑπεξέρχεται μὲν ὁ Χαιρέας, πρόφασιν ποιησάμενος τὴν γαστέρα. Μετὰ μικρὸν δὲ βοή τις ἐξαίφνης περὶ τὰς θύρας ἦν, καὶ εὐθὺς εἰστρέχουσιν ἄνθρωποι μεγάλοι καὶ πολλοί, μαχαίρας ἐσπασμένοι, καὶ ἐπὶ τὴν κόρην πάντες ὥρμησαν.
7.2
Ἐγὼ δὲ ὡς εἶδον φερομένην μοι τὴν φιλτάτην, οὐκ ἐνεγκὼν ἵεμαι διὰ τῶν ξιφῶν· καί με παίει τις κατὰ τοῦ μηροῦ μαχαίρᾳ καὶ ὤκλασα. Ἐγὼ μὲν δὴ καταπεσὼν ἐρρεόμην αἵματι, οἱ δὲ ἐνθέμενοι τῷ σκάφει τὴν κόρην ἔφευγον.