Book 5
10.1
“δύο δὲ πλεύσαντες ἡμέρας ἐπὶ τὴν πόλιν ἥκομεν, καὶ δέομαι τῶν ἐν τῷ πλοίῳ Σιδωνίων ʽΞενοδάμας δὲ ὁ ἔμπορος ἦν καὶ Θεόφιλος ὁ τούτου πενθερὸσ̓ μηδενὶ Τυρίων, εἰ περιτύχοιεν, κατειπεῖν ὡς ἐκ ναυαγίας περιγενοίμην, ὡς ἂν μὴ μάθοιεν συναποδεδημηκότα.
10.2
Ἤλπιζον γὰρ λήσειν, εἰ τὰ ἀπὸ τούτων ἐν ἡσυχίᾳ γένοιτο, πέντε μόνον ἡμερῶν μοι μεταξὺ γενομένων, αἷς οὐκ ἔτυχον ὀφθείς· τοῖς δὲ κατὰ τὴν οἰκίαν τὴν ἐμήν, ὡς οἶδας, προηγορεύκειν λέγειν τοῖς πυνθανομένοις, εἰς κώμην ἀποδεδημηκέναι μέχρι δέκα ὅλων ἡμερῶν.
10.3
Καὶ τοῦτόν γε τὸν λόγον εὗρον περὶ ἐμοῦ κατεσχηκότα. Οὔπω δὲ ὁ σὸς πατὴρ ἐκ τῆς Παλαιστίνης ἔτυχεν ἥκων, ἀλλὰ δύο ἄλλων ὕστερον ἡμερῶν, καὶ καταλαμβάνει πεμφθέντα παρὰ τοῦ τῆς Λευκίππης πατρὸς γράμματα, ἅπερ ἔτυχε μετὰ μίαν ἡμέραν τῆς ἡμετέρας ἀποδημίας κεκομισμένα, δι’ ὧν ὁ Σώστρατος ἐγγυᾷ σοὶ τὴν θυγατέρα.
10.4
Ἐν ποικίλαις οὖν ἦν συμφοραῖς ἀναγνοὺς τὰ γράμματα καὶ τὴν ὑμετέραν ἀκούσας φυγήν, τὸ μὲν ὡς τὸ τῆς ἐπιστολῆς ἀπολέσας ἆθλον, τὸ δὲ ὅτι παρὰ μικρὸν οὕτως ἡ Τύχη τὰ πράγματα ἔθηκε· καὶ γὰρ οὐδὲν ἂν τούτων ἐγεγόνει, εἰ θᾶττον ἐκομίσθη τὰ γράμματα.
10.5
Καὶ τῶν μὲν πεπραγμένων οὐδὲν πρὸς τὸν ἀδελφὸν ἡγήσατό πω δεῖν γράφειν, ἀλλὰ καὶ τῆς μητρὸς τῆς κόρης ἐδεήθη τὸ παρὸν ἐπισχεῖν.
10.6
ʽΤάχα γὰρ αὐτοὺς ἐξευρήσομεν, καὶ οὐ δεῖ τὸ συμβὰν ἀτύχημα μανθάνειν Σώστρατον. Ἄσμενοι δὲ ὅπου ποτ̓ ἂν ὦσιν ὄντες μάθωσι τὴν ἐγγύην καὶ ἀφίξονται, εἴγε αὐτοῖς ἐξέσται φανερῶς ἔχειν ὑπὲρ οὗ πεφεύγασιν.ʼ
10.7
Ἐπολυπραγμόνει δὲ παντὶ σθένει ποῖ κεχωρήκατε. Καὶ ὀλίγον πρὸ τούτων τῶν ἡμερῶν ἔρχεται Διόφαντος ὁ Τύριος ἐξ Αἰγύπτου πεπλευκώς, καὶ λέγει πρὸς αὐτὸν ὅτι σε ἐνθάδε ἐθεάσατο· κἀγὼ μαθών, ὡς εἶχον, εὐθὺς ἐπιβὰς νεὼς ὀγδόην ταύτην ἡμέραν πᾶσάν σε περιῆλθον ζητῶν τὴν πόλιν. Πρὸς ταῦτα οὖν σοι βουλευτέον ἐστίν, ὡς τάχα καὶ τοῦ πατρὸς ἥξοντος ἐνταῦθα τοῦ σοῦ.”
11.1
Ταῦτα ἀκούσας ἀνῴμωξα ἐπὶ τῇ τῆς Τύχης παιδιᾷ “ὦ δαῖμον” λέγων, “νῦν μὲν Σώστρατός μοι Λευκίππην ἐκδίδωσι καί μοι γάμους ἐκ μέσου πολέμου πέμπει, μετρήσας ἀκριβῶς τὰς ἡμέρας, ἵνα μὴ φθάσῃ τὴν φυγήν.