Thesauros Literature novel τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα

τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα

τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα Achilles Tatius

Book 5

12.3 ἔστ’ ἂν εἰς τὴν Ἔφεσον ἀφικώμεθα. Φθάνω γὰρ ἐπομοσάμενος ἐνταῦθα μὴ συνελθεῖν, ἔνθα Λευκίππην ἀπολώλεκα.” Ταῦτα ἀκούσας ὁ Σάτυρος προστρέχει πρὸς τὴν Μελίτην εὐαγγέλια φέρων· καὶ μικρὸν διαλιπὼν αὖθις ἐπανέρχεται, λέγων ἀκούσασαν τὴν γυναῖκα ὑφ’ ἡδονῆς παρὰ μικρὸν τὴν ψυχὴν ἀφεῖναι, δεῖσθαι δὲ ἥκειν ὡς αὐτὴν δειπνήσοντα τὴν ἡμέραν γάμων προοίμιον.
13.1 Ἐπείσθην καὶ ᾠχόμην· ἡ δὲ ὡς εἶδέ με, ἀναθοροῦσα περιβάλλει καὶ πᾶν μου τὸ πρόσωπον ἐμπίπλησι φιλημάτων. Ἦν δὲ τῷ ὄντι καλὴ καὶ γάλακτι μὲν ἂν εἶπες αὐτῆς τὸ πρόσωπον κεχρῖσθαι, ῥόδον δὲ ἐμπεφυτεῦσθαι ταῖς παρειαῖς.
13.2 Ἐμάρμαιρεν αὐτῆς τὸ βλέμμα μαρμαρυγὴν ἀφροδίσιον· κόμη πολλὴ καὶ βαθεῖα καὶ κατάχρυσος τῇ χρόᾳ, ὥστε ἔδοξα οὐκ ἀηδῶς ἰδεῖν τὴν γυναῖκα.
13.3 Τὸ μὲν οὖν δεῖπνον ἦν πολυτελές· ἡ δὲ ἐφαπτομένη τῶν παρακειμένων, ὡς δοκεῖν ἐσθίειν, οὐκ ἠδύνατο τυχεῖν ὁλοκλήρου τροφῆς, πάντα δὲ ἔβλεπεν ἐμέ· οὐδὲν γὰρ ἡδὺ τοῖς ἐρῶσι πλὴν τὸ ἐρώμενον· τὴν γὰρ ψυχὴν πᾶσαν ὁ ἔρως καταλαβὼν οὐδὲ αὐτῇ χώραν δίδωσι τῇ τροφῇ.
13.4 Ἡ δὲ τῆς θέας ἡδονὴ διὰ τῶν ὀμμάτων εἰσρέουσα τοῖς στέρνοις ἐγκάθηται· ἕλκουσα δὲ τοῦ ἐρωμένου τὸ εἴδωλον ἀεὶ ἐναπομάττει τῷ τῆς ψυχῆς κατόπτρῳ καὶ ἀναπλάττει τὴν μορφήν· ἡ δὲ τοῦ κάλλους ἀπορροὴ δι’ ἀφανῶν ἀκτίνων ἐπὶ τὴν ἐρωτικὴν ἑλκομένη καρδίαν ἐναποσφραγίζει κάτω τὴν σκιάν.
13.5 Λέγω δὴ πρὸς αὐτὴν συνεὶς “ἀλλὰ σύ γε οὐδενὸς μετέχεις τῶν σῶν αὐτῆς, ἀλλ’ ἔοικας τοῖς ἐν γραφαῖς ἐσθίουσιν·” ἡ δὲ ʽποῖον γὰρ ὄψον’ ἔφη “μοι πολυτελέστερον ἢ ποῖος οἶνος τιμιώτερος τῆς σῆς ὄψεως;” καὶ ἅμα λέγουσα κατεφίλησέ με, προσιέμενον οὐκ ἀηδῶς τὰ φιλήματα· εἶτα διασχοῦσα εἶπεν “αὕτη μοι τροφή.”
14.1 Τότε μὲν οὖν ἐν τούτοις ἦμεν· ἑσπέρας δὲ γενομένης ἡ μὲν ἐπεχείρει με κρατεῖν ἐκεῖ κοιμησόμενον, ἐγὼ δὲ παρῃτούμην, εἰπὼν ἃ καὶ πρὸς τὸν Σάτυρον ἔτυχον προαγορεύσας. Μόλις οὖν ἀφίησιν ἀνιωμένη.
14.2 Τῇ δὲ ὑστεραίᾳ συνέκειτο ἡμῖν εἰς τὸ τῆς Ἴσιδος ἱερὸν ἀπαντῆσαι διαλεξομένοις τε ἀλλήλοις καὶ πιστωσομένοις ἐπὶ μάρτυρι τῇ θεῷ· συμπαρῆσαν δὲ ἡμῖν ὅ τε Μενέλαος καὶ ὁ Κλεινίας· καὶ ὠμνύομεν ἐγὼ μὲν ἀγαπήσειν ἀδόλως, ἡ δὲ ἄνδρα ποιήσεσθαι καὶ πάντων ἀποφανεῖν δεσπότην.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme