Book 6
1.1
Ἐπεὶ οὖν τὴν Μελίτην ἰασάμην, λέγω πρὸς αὐτὴν “ἀλλ’ ὅπως μοι τῆς φυγῆς παράσχῃς τὴν ἀσφάλειαν καὶ τἆλλα ὅσα ὑπέσχου περὶ Λευκίππης.” “Μὴ φροντίσῃσ” εἶπε “τοῦ γε κατ’ ἐκείνην μέρους, ἀλλ̓ ἤδη νόμιζε Λευκίππην ἔχειν· σὺ δὲ ἔνδυθι τὴν ἐσθῆτα τὴν ἐμὴν καὶ κλέπτε τὸ πρόσωπον τῷ πέπλῳ.
1.2
Ἡγήσεται δέ σοι τῆς ἐπὶ τὰς θύρας ὁδοῦ Μελανθώ, περιμένει δέ σε καὶ νεανίσκος ἐπ’ αὐταῖς ταῖς θύραις, ᾧ προστεταγμένον ἐστὶν ἐξ ἐμοῦ κομίσαι σε εἰς τὴν οἰκίαν, οὗ καὶ Κλεινίαν καὶ Σάτυρον εὑρήσεις καὶ
1.3
Λευκίππη σοι παρέσται.” Ταῦτα ἅμα λέγουσα ἐσκεύασέ με ὡς ἑαυτὴν καὶ καταφιλοῦσα “ὡς εὐμορφότεροσ” ἔφη “παρὰ πολὺ γέγονας τῇ στολῇ. Τοιοῦτον Ἀχιλλέα ποτε ἐθεασάμην ἐν γραφῇ. Ἀλλά μοι, φίλτατε, σώζοιο, καὶ τὴν ἐσθῆτα ταύτην φύλαττε μνήμην· ἐμοὶ δὲ τὴν σὴν κατάλιπε, ὡς ἂν ἔχοιμι ἐνδυομένη
1.4
σοι περικεχύσθαι.” Δίδωσι δέ μοι καὶ χρυσοῦς ἑκατὸν καὶ καλεῖ τὴν Μελανθώ· θεράπαινα δὲ ἦν αὕτη τῶν πιστῶν καὶ ἐφήδρευε ταῖς θύραις. Ὡς δὲ εἰσῆλθε, λέγει περὶ ἐμοῦ τὰ συγκείμενα καὶ κελεύει πάλιν ἀναστρέφειν πρὸς αὐτήν, ἐπειδὰν ἔξω γένωμαι τῶν θυρῶν.
2.1
Ἐγὼ μὲν δὴ τοῦτον τὸν τρόπον ὑπεκδύομαι, καὶ ὁ φύλαξ τοῦ οἰκήματος ἀνεχώρησε νομίσας τὴν δέσποιναν εἶναι, νευσάσης αὐτῷ τῆς Μελανθοῦς· καὶ διὰ τῶν ἐρήμων τῆς οἰκίας ἐπί τινα θύραν οὐκ ἐν ὁδῷ κειμένην ἔρχομαι, καί με ὁ πρὸς τῆς Μελίτης ταύτῃ προστεταγμένος ἀπολαμβάνει.
2.2
Ἀπελεύθερος δὲ οὗτος τῶν συμπεπλευκότων ἦν ἡμῖν καὶ ἄλλως ἐμοὶ κεχαρισμένος. Ὡς δὲ ἀνέστρεψεν ἡ Μελανθώ, καταλαμβάνει τὸν φρουρὸν ἄρτι ἐπικλείσαντα τὸ οἴκημα, καὶ ἀνοίγειν ἐκέλευσεν αὖθις.
2.3
Ὡς δὲ ἀνέῳξε, καὶ παρελθοῦσα ἐμήνυσε τῇ Μελίτῃ τὴν ἔξοδον τὴν ἐμήν, καλεῖ τὸν φύλακα· κἀκεῖνος, ὡς τὸ εἰκός, θέαμα ἰδὼν παραδοξότατον ἐξεπλάγη καὶ ἔστη σιωπῇ.
2.4
Λέγει οὖν πρὸς αὐτὸν “οὐκ ἀπιστοῦσά σοι μὴ οὐκ ἐθελήσῃς ἀφεῖναι Κλειτοφῶντα, ταύτης ἐδεήθην τῆς κλοπῆς, ἀλλ’ ἵνα σοι πρὸς Θέρσανδρον ἡ τῆς αἰτίας ἀπόλυσις ᾖ ὡς οὐ συνεγνωκότι.