Book 6
19.1
Ταῦτα ἀκούσας ὁ Θέρσανδρος οὐκ εἶχεν ὅστις γένηται· καὶ γὰρ ἤρα καὶ ὠργίζετο. Θυμὸς δὲ καὶ ἔρως δύο λαμπάδες. Ἔχει γὰρ καὶ ὁ θυμὸς ἄλλο πῦρ, καὶ ἔστι τὴν μὲν φύσιν ἐναντιώτατον, τὴν δὲ βίαν ὅμοιον.
19.2
Ὁ μὲν γὰρ παροξύνει μισεῖν, ὁ δὲ ἀναγκάζει φιλεῖν· καὶ ἀλλήλων πάροικος ἡ τοῦ πυρός ἐστι πηγή. Ὁ μὲν γὰρ εἰς τὸ ἧπαρ κάθηται, ὁ δὲ τῇ καρδίᾳ περιμαίνεται.
19.3
Ὅταν οὖν ἄμφω τὸν ἄνθρωπον καταλάβωσι, γίνεται μὲν αὐτοῖς ἡ ψυχὴ τρυτάνη, τὸ δὲ πῦρ ἑκατέρου ταλαντεύεται. Μάχονται δὲ ἄμφω περὶ τῆς ῥοπῆς· καὶ τὰ πολλὰ μὲν ὁ ἔρως εἴωθε νικᾶν, ὅταν εἰς τὴν ἐπιθυμίαν εὐτυχῇ· ἢν δὲ αὐτὸν ἀτιμάσῃ τὸ ἐρώμενον, αὐτὸς τὸν θυμὸν εἰς συμμαχίαν καλεῖ.
19.4
Κἀκεῖνος ὡς γείτων πείθεται, καὶ ἀνάπτουσιν ἄμφω τὸ πῦρ. Ἂν δὲ ἅπαξ ὁ θυμὸς τὸν ἔρωτα παρ’ αὑτῷ λάβῃ καὶ τῆς οἰκείας ἕδρας ἐκπεσόντα κατάσχῃ, φύσει τε ὢν ἄσπονδος οὐχ ὡς φίλῳ πρὸς τὴν ἐπιθυμίαν συμμαχεῖ, ἀλλ’ ὡς δοῦλον τῆς ἐπιθυμίας πεδήσας κρατεῖ, οὐκ ἐπιτρέπει δὲ αὐτῷ σπείσασθαι πρὸς τὸ ἐρώμενον, κἂν θέλῃ.
19.5
Ὁ δὲ τῷ θυμῷ βεβαπτισμένος καταδύεται, καὶ εἰς τὴν ἰδίαν ἀρχὴν ἐκπηδῆσαι θέλων οὐκέτι ἐστὶν ἐλεύθερος, ἀλλὰ μισεῖν ἀναγκάζεται τὸ φιλούμενον. Ὅταν δὲ ὁ θυμὸς καχλάζων γεμισθῇ, καὶ τῆς ἐξουσίας ἐμφορηθεὶς ὑπερβλύσῃ, κάμνει μὲν ἐκ τοῦ κόρου, καμὼν δὲ παρίεται, καὶ ὁ ἔρως ἀμύνεται καὶ ὁπλίζει τὴν ἐπιθυμίαν καὶ τὸν θυμὸν ἤδη καθεύδοντα νικᾷ.
19.6
Ὁρῶν δὲ τὰς ὕβρεις, ἃς κατὰ τῶν φιλτάτων ἐπαρῴνησεν, ἀλγεῖ καὶ πρὸς τὸ ἐρώμενον ἀπολογεῖται, καὶ εἰς ὁμιλίαν παρακαλεῖ, καὶ τὸν θυμὸν ἐπαγγέλλεται καταμαλάττειν ἡδονῇ.
19.7
Τυχὼν μὲν οὖν ὧν ἠθέλησεν, ἵλεως γίνεται· ἀτιμούμενος δὲ πάλιν εἰς τὸν θυμὸν καταδύεται. Ὁ δὲ καθεύδων ἐξεγείρεται καὶ τὰ ἀρχαῖα ποιεῖ· ἀτιμίᾳ γὰρ ἔρωτος σύμμαχός ἐστι θυμός.
20.1
Ὁ Θέρσανδρος οὖν τὸ μὲν πρῶτον ἐλπίζων εἰς τὸν ἔρωτα εὐτυχήσειν ὅλος Λευκίππης δοῦλος ἦν· ἀτυχήσας δὲ ὧν ἤλπισεν ἀφῆκε τῷ θυμῷ τὰς ἡνίας. Ῥαπίζει δὴ κατὰ κόρρης αὐτὴν “ὦ κακόδαιμον ἀνδράποδον” λέγων “καὶ ἀληθῶς ἐρωτιῶν· πάντων γάρ σου κατήκουσα.