Thesauros Literature novel τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα

τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα

τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα Achilles Tatius

Book 6

2.5 Χρυσοῖ δέ σοι οὗτοι δῶρον δέκα, δῶρον μέν, ἂν ἐνταῦθα μείνῃς, παρὰ Κλειτοφῶντος· ἐὰν δὲ νομίσῃς φυγεῖν βέλτιον, ἐφόδιον.” Καὶ ὁ Πασίων ʽτοῦτο γὰρ ἦν ὄνομα τῷ φύλακἰ “πάνυ” ἔφη “δέσποινα, τὸ σοὶ δοκοῦν
2.6 κἀμοὶ δοκεῖ καλῶς ἔχειν.” Ἔδοξεν οὖν τῇ Μελίτῃ τὸ νῦν ἀναχωρεῖν· ὅταν δ’ ἐν καλῷ θῆται τὰ πρὸς τὸν ἄνδρα καὶ γένηται τὰ τῆς ὀργῆς ἐν γαλήνῃ, τότε μετιέναι.
3.1 Καὶ ὁ μὲν οὕτως ἔπραξεν· ἐμοὶ δὲ ἡ συνήθης τύχη πάλιν ἐπιτίθεται καὶ συντίθεται κατ’ ἐμοῦ δρᾶμα καινόν· ἐπάγει γάρ μοι τὸν Θέρσανδρον αὖθις ἐπανελθόντα. Μεταπεισθεὶς γὰρ ὑπὸ τοῦ φίλου, πρὸς ὃν ᾤχετο, μὴ ἀπόκοιτος γενέσθαι, δειπνήσας πάλιν ἀνέστρεφεν ἐπὶ τὴν οἰκίαν.
3.2 Ἦν δὲ τῆς Ἀρτέμιδος ἱερομηνία, καὶ μεθυόντων πάντα μεστά, ὥστε καὶ δι’ ὅλης τῆς νυκτὸς τὴν ἀγορὰν ἅπασαν κατεῖχε πλῆθος ἀνθρώπων. Κἀγὼ μὲν ἐδόκουν τοῦτο μόνον εἶναι δεινόν· ἐλελήθει δὲ καὶ ἄλλο τεχθέν μοι χαλεπώτερον.
3.3 Ὁ γὰρ Σωσθένης ὁ τὴν Λευκίππην ὠνησάμενος, ὃν ἡ Μελίτη τῆς τῶν ἀγρῶν ἐκέλευσεν ἀποστῆναι διοικήσεως, μαθὼν παρεῖναι τὸν δεσπότην τούς τε ἀγροὺς οὐκέτι ἀφῆκε τήν τε Μελίτην ἤθελεν ἀμύνασθαι.
3.4 Καὶ πρῶτον μὲν φθάσας καταμηνύει μου πρὸς τὸν Θέρσανδρον· ὁ γὰρ διαβαλὼν αὐτὸς ἦν· ἔπειτα καὶ περὶ Λευκίππης λέγει τι πάνυ πιθανῶς πλασάμενος. Ἐπεὶ γὰρ αὐτὸς αὐτῆς ἀπεγνώκει τυχεῖν, μαστροπεύει πρὸς τὸν δεσπότην, ὡς ἂν αὐτὸν τῆς Μελίτης ἀπαγάγοι, “κόρην ἐωνησάμην,
3.5 ὦ δέσποτα, χρῆμά τι κάλλους ἄπιστον. Οὕτως αὐτὴν πιστεύσειας ἀκούων, ὡς ἰδών. Ταύτην ἐφύλαττόν σοι· καὶ γὰρ ἠκηκόειν ζῶντά σε, καὶ ἐπίστευον, διόπερ ἤθελον· ἀλλ’ οὐκ ἐξέφαινον, ἵνα τὴν δέσποιναν ἐπ’ αὐτοφώρῳ καταλάβοις, καὶ μή σου καταγελῴη μοιχὸς ἄτιμος καὶ ξένος.
3.6 Ἀφῄρηται δὲ ταύτην χθὲς ἡ δέσποινα καὶ ἔμελλεν ἀποπέμψειν· ἡ τύχη δὲ ἐτήρησέ σοι, ὥστε τοσοῦτον κάλλος λαβεῖν. Ἔστι δὲ νῦν ἐν τοῖς ἀγροῖς, οὐκ οἶδ’ ὅπως πρὸς αὐτῆς ἀπεσταλμένη. Πρὶν οὖν αὖθις ἐπανελθεῖν, εἰ θέλεις, κατακλείσας αὐτὴν φυλάξω σοι, ὡς ὑπὸ σοὶ γένοιτο.”

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme