Book 6
8.4
Καὶ τὸ μὲν ἀληθὲς οὐκ εἶχεν εὑρεῖν, ὑπενόει δὲ τὸν Σωσθένην· βουλομένη δὲ φανερὰν αὐτῆς τὴν ζήτησιν ποιήσασθαι διὰ τοῦ Θερσάνδρου, τέχνην λόγων ἐπενόησεν, ἥτις μεμιγμένην εἶχε τῷ σοφίσματι τὴν ἀλήθειαν.
9.1
Ἐπεὶ γὰρ ὁ Θέρσανδρος εἰσελθὼν εἰς τὴν οἰκίαν ἐβόα πάλιν “σὺ τὸν μοιχὸν ἐξέκλεψας· σὺ τῶν δεσμῶν ἐξέλυσας καὶ τῆς οἰκίας ἐξαπέστειλας· σὸν τὸ ἔργον· τί οὖν οὐκ ἠκολούθεις αὐτῷ; τί δὲ ἐνταῦθα μένεις, ἀλλ’ οὐκ ἄπει πρὸς τὸν ἐρώμενον, ἵνα αὐτὸν ἴδῃς στερροτέροις δεσμοῖς δεδεμένον;” ἡ Μελίτη “ποῖον μοιχόν;” ἔφη· “τί πάσχεις; εἰ γὰρ θέλεις τὴν μανίαν ἀφεὶς ἀκοῦσαι τὸ πᾶν, μαθήσῃ ῥᾳδίως τὴν ἀλήθειαν.
9.2
Ἓν οὖν σου δέομαι, γενοῦ μοι δικαστὴς ἴσος, καὶ καθήρας μέν σου τὰ ὦτα τῆς διαβολῆς, ἐκβαλὼν δὲ τῆς καρδίας τὴν ὀργήν, τὸν δὲ λογισμὸν ἐπιστήσας κριτὴν ἀκέραιον ἄκουσον. Ὁ νεανίσκος οὗτος οὔτε μοιχὸς ἦν ἐμὸς οὔτ’ ἀνήρ, ἀλλὰ τὸ μὲν γένος ἀπὸ Φοινίκης, Τυρίων οὐδενὸς δεύτερος· ἔπλευσε δὲ καὶ αὐτὸς οὐκ εὐτυχῶς, ἀλλὰ πᾶς ὁ φόρτος αὐτοῦ γέγονε τῆς θαλάσσης.
9.3
Ἀκούσασα τὴν τύχην ἠλέησα καὶ ἀνεμνήσθην σου, καὶ παρέσχον ἑστίαν “τάχα” λέγουσα “καὶ Θέρσανδρος οὕτω που πλανᾶται· τάχα” λέγουσα “τὶς κἀκεῖνον ἐλεήσει γυνή. Εἰ δὲ τῷ ὄντι τέθνηκε κατὰ τὴν θάλασσαν, ὡς ἡ φήμη λέγει,
9.4
φέρε πάντα τιμήσωμεν τὰ ναυάγια.” Πόσους καὶ ἄλλους ἔθρεψα νεναυαγηκότας; πόσους ἔθαψα τῆς θαλάσσης νεκρούς; Εἰ ξύλον ἐκ ναυαγίας τῇ γῇ προσπεσὸν ἐλάμβανον, “τάχα” ἔλεγον “ἐπὶ ταύτης τῆς νεὼς
9.5
Θέρσανδρος ἔπλει.” Εἷς δὴ καὶ οὗτος ἦν τῶν ἐκ τῆς θαλάσσης σωζομένων· ἐχαριζόμην σοὶ τιμῶσα τοῦτον. Ἔπλευσεν ὥσπερ σύ· ἐτίμων φίλτατε, τῆς σῆς συμφορᾶς τὴν εἰκόνα. Πῶς οὖν ἐνταῦθα συνεπηγόμην;
9.6
ὁ λόγος ἀληθής. Ἔτυχε μὲν πενθῶν γυναῖκα, ἡ δ’ ἄρα ἐλάνθανεν οὐκ ἀποθανοῦσα· τοῦτό τις αὐτῷ καταγορεύει καὶ ὡς ἐνταῦθα εἴη παρά τινι τῶν ἡμετέρων ἐπιτρόπων· Σωσθένην δὲ ἔλεγε. Καὶ οὕτως εἶχε·
9.7
τὴν γὰρ ἄνθρωπον ἥκοντες εὕρομεν. Διὰ τοῦτο ἠκολούθησέ μοι. Ἔχεις τὸν Σωσθένην, πάρεστιν ἡ γυνὴ κατὰ τοὺς ἀγρούς. Ἐξέτασον τῶν λεχθέντων ἕκαστον. Εἴ τι ἐψευσάμην, μεμοίχευμαι.”