Book 7
1.1
Ταῦτ’ ἀκούσας ὁ Θέρσανδρος, παντοδαπὸς ἦν· ἤχθετο, ὠργίζετο, ἐβουλεύετο· ὠργίζετο μὲν ὡς ὑβρισμένος, ἤχθετο δὲ ὡς ἀποτυχών, ἐβουλεύετο δὲ ὡς ἐρῶν. Τὴν οὖν ψυχὴν διασπώμενος, οὐδὲν εἰπὼν πρὸς τὴν Λευκίππην ἐξεπήδησεν.
1.2
Ὀργῇ μὲν δῆθεν ἐκδραμών, δοὺς δὲ τῇ ψυχῇ σχολὴν εἰς τὴν διάκρισιν τῆς τρικυμίας, βουλευόμενος ἅμα τῷ Σωσθένει, πρόσεισι τῷ τῶν δεσμῶν ἄρχοντι, δεόμενος διαφθαρῆναί με φαρμάκῳ.
1.3
Ὡς δ’ οὐκ ἔπειθεν ʽἐδεδίει γὰρ τὴν πόλιν· καὶ γὰρ ἄλλον ἄρχοντα πρὸ αὐτοῦ ληφθέντα τοιαύτην ἐργασάμενον φαρμακείαν ἀποθανεῖν’ δευτέραν αὐτῷ προσφέρει δέησιν, ἐμβαλεῖν τινα εἰς τὸ οἴκημα, ἔνθα ἔτυχον δεδεμένος, ὡς δὴ καὶ αὐτὸν ἕνα τῶν δεσμωτῶν, προσποιησάμενος βούλεσθαι τἀμὰ δι’ ἐκείνου μαθεῖν.
1.4
Ἐπείσθη καὶ ἐδέξατο τὸν ἄνθρωπον. Ἔμελλε δ’ ἐκεῖνος ὑπὸ τοῦ Θερσάνδρου δεδιδαγμένος τεχνικῶς πάνυ περὶ τῆς Λευκίππης λόγον ἐμβαλεῖν, ὡς εἴη πεφονευμένη τῆς Μελίτης συσκευασαμένης τὸν φόνον.
1.5
Τὸ δὲ τέχνασμα ἦν τῷ Θερσάνδρῳ εὑρεθέν, ὡς ἂν ἀπογνοὺς ἐγὼ μηκέτι ζῶσαν τὴν ἐρωμένην κἂν τὴν δίκην φύγωμι,
1.6
μὴ πρὸς ζήτησιν αὐτῆς ἔτι τραποίμην. Προσέκειτο δὲ ἡ Μελίτη τῷ φόνῳ, ἵνα μὴ τετελευτηκέναι τὴν Λευκίππην δοκῶν, τὴν Μελίτην γήμας ὡς ἂν ἐρῶσαν αὐτοῦ μένοιμι κἀκ τούτου παρέχοιμί τινα φόβον αὐτῷ τοῦ μὴ μετὰ ἀδείας Λευκίππην ἔχειν, ἀλλὰ μισήσας ὡς τὸ εἰκὸς τὴν Μελίτην ὡς ἂν ἀποκτείνασάν μου τὴν ἐρωμένην ἀπαλλαγείην ἐκ τῆς πόλεως τὸ παράπαν.
2.1
Ὡς οὖν ὁ ἄνθρωπος ἐγένετό μου πλησίον, τοῦ δράματος ἤρχετο. Ἀνοιμώξας γὰρ πάνυ κακούργως “τίνα βίον” ἔφη “βιωσόμεθ’ ἔτι καὶ τί φυλαξόμεθα πρὸς ἀκίνδυνον ζωήν; οὐ γὰρ αὐτάρκης ἡμῖν ὁ δίκαιος τρόπος· ἐμπίπτουσαι δὲ αἱ τύχαι βαπτίζουσιν ἡμᾶς. Ἔδει γάρ με μαντεύσασθαι τίς ἦν ὁ συμβαδίζων
2.2
μοι καὶ τί πεπραχὼς εἴη.” Καθ’ ἑαυτὸν δὲ ταῦτα ἔλεγε καὶ τὰ τοιαῦτα, ζητῶν ἀρχὴν τῆς ἐπ̓ ἐμὲ τοῦ λόγου τέχνης, ὡς ἂν πυθοίμην τί εἴη παθών.
2.3
Ἀλλ’ ἐγὼ μὲν ἐφρόντιζον ὧν ὅδ’ ᾤμωζεν ὀλίγον· ἄλλος δέ τις τῶν συνδεδεμένων ʽπερίεργον γὰρ ἄνθρωπος ἀτυχῶν εἰς ἀλλοτρίων κακῶν ἀκρόασιν, ἐπεὶ φάρμακον αὐτῷ τῆς ὧν ἔπαθε λύπης ἡ πρὸς ἄλλον εἰς τὸ παθεῖν κοινωνίἀ “τί δέ σοι συμβέβηκεν”