Thesauros Literature novel τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα

τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα

τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα Achilles Tatius

Book 7

2.4 εἶπεν “ἀπὸ τῆς Τύχης; εἰκὸς γάρ σε μηδὲν ἀδικήσαντα πονηρῷ περιπεσεῖν δαίμονι. Τεκμαίρομαι δὲ ἐκ τῶν ἐμαυτοῦ.” Καὶ ἅμα τὰ οἰκεῖα κατέλεγεν, ἐφ̓ οἷς ἦν δεδεμένος. Ἐγὼ δὲ οὐδενὶ τούτων προσεῖχον.
3.1 Ὡς δ’ ἐπαύσατο, τὴν ἀντίδοσιν ᾔτει τοῦ λόγου τῶν ἀτυχημάτων “λέγοις ἂν” εἰπὼν “καὶ σὺ τὰ σαυτοῦ.” Ὁ δὲ “βαδίζων ἔτυχον” εἶπε “τὴν ἐξ ἄστεος χθές·”
3.2 ἐπορευόμην δὲ τὴν ἐπὶ Σμύρνης ὁδόν. Προελθόντι δέ μοι σταδίους τέτταρας νεανίσκος ἐκ τῶν ἀγρῶν προσελθὼν καὶ προσειπὼν καὶ πρὸς μικρὸν συμβαδίσας “ποῖ” ἔφη “ἔχεις τὴν ὁδόν;” “Ἐπὶ Σμύρνησ” εἶπον. “Κἀγὢ ἔφη “τὴν αὐτὴν ἀγαθῇ τύχῃ.” Τοὐντεῦθεν ἐπορευόμεθα κοινῇ καὶ διελεγόμεθα, οἷα εἰκὸς ἐν ὁδῷ.
3.3 Ὡς δὲ εἴς τι πανδοκεῖον ἤλθομεν, ἠριστῶμεν ἅμα· κατὰ ταὐτὸ δὲ παρακαθίζουσιν ἡμῖν τινες τέτταρες καὶ προσεποιοῦντο μὲν ἀριστᾶν κἀκεῖνοι, ἐνεώρων δ’ ἡμῖν πυκνὰ καὶ ἀλλήλοις ἐπένευον.
3.4 Ἐγὼ μὲν οὖν ὑπώπτευον τοὺς ἀνθρώπους διανοεῖσθαι εἰς ἡμᾶς, οὐ μὴν ἠδυνάμην συνιέναι τί αὐτοῖς ἐθέλοι τὰ νεύματα· ὁ δὲ ὠχρὸς ἐγίνετο κατὰ μικρὸν καὶ ὀκνηρότερον ἤσθιεν, ἤδη δὲ καὶ τρόμος εἶχεν αὐτόν.
3.5 Ὡς δὲ ταῦτα εἶδον, ἀναπηδήσαντες συλλαμβάνουσιν ἡμᾶς καὶ ἱμᾶσιν εὐθὺς δεσμεύουσι, παίει δὲ κατὰ κόρρης τις ἐκεῖνον· καὶ παταχθείς, ὥσπερ βασάνους παθὼν μυρίας, καταλέγει μηδενὸς ἐρωτῶντος αὐτὸν “ἐγὼ τὴν κόρην ἀπέκτεινα, καὶ ἔλαβον χρυσοῦς ἑκατὸν παρὰ Μελίτης τῆς Θερσάνδρου γυναικός· αὕτη γάρ με ἐπὶ τὸν φόνον ἐμισθώσατο.
3.6 Ἀλλ’ ἰδοὺ τοὺς χρυσοῦς ὑμῖν τοὺς ἑκατὸν φέρω, ὥστε τί με ἀπόλλυτε καὶ ἑαυτοῖς φθονεῖτε κέρδους;” ” Ἐγὼ δὲ ὡς ἤκουσα Θερσάνδρου καὶ Μελίτης τοὔνομα, τὸν ἄλλον οὐ προσέχων χρόνον, τῷ δὲ λόγῳ τὴν ψυχὴν ὥσπερ ὑπὸ μύωπος παταχθεὶς ἐγείρω καὶ πρὸς αὐτὸν μεταστραφεὶς λέγω “τίς ἡ Μελίτη;” Ὁ δὲ “Μελίτη ἐστὶν” ἔφη “τῶν ἐνταῦθα πρώτη γυναικῶν.
3.7 Αὕτη νεανίσκου τινὸς ἠράσθη· Τύριον, οἶμαι, φασὶν αὐτόν· κἀκεῖνος ἔτυχεν ἐρωμένην ἔχων, ἣν εὗρεν ἐν τῇ τῆς Μελίτης οἰκίᾳ πεπραμένην. Ἡ δὲ ὑπὸ ζηλοτυπίας πεφλεγμένη τὴν γυναῖκα ταύτην ἀπατήσασα συλλαμβάνει καὶ παραδίδωσι τῷ νῦν δὴ κακῇ τύχῃ μοι συνωδευκότι φονεῦσαι κελεύσασα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme