Thesauros Literature novel τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα

τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα

τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα Achilles Tatius

Book 7

6.5 Καὶ ἡμεῖς μὲν ἐν τούτοις ἦμεν, τὸν δὲ ἄνθρωπον ἐκεῖνον τὸν μηνυτὴν τοῦ ψευδοῦς φόνου μετὰ μικρὸν ἀπολύει ὁ ἐπὶ τῶν δεσμῶν, φάσκων τὸν ἄρχοντα κελεῦσαι κομίζειν αὐτὸν δώσοντα λόγον ὧν αἰτίαν ἔσχεν.
6.6 Ἐμὲ δὲ παρηγόρει Κλεινίας καὶ ὁ Σάτυρος, εἴ πως δύναιντο πεῖσαι, μηδὲν ὧν διενοήθην εἰς τὴν δίκην εἰπεῖν· ἀλλ’ ἐπέραινον οὐδέν. Ἐκείνην μὲν οὖν τὴν ἡμέραν καταγωγήν τινα μισθωσάμενοι μετῳκίσαντο, ὡς ἂν μηκέτι παρὰ τῷ τῆς Μελίτης εἶεν συντρόφῳ.
7.1 τῇ δ’ ὑστεραίᾳ ἀπηγόμην ἐπὶ τὸ δικαστήριον. Παρασκευὴ δὲ πολλὴ ἦν τοῦ Θερσάνδρου κατ’ ἐμοῦ, καὶ πλῆθος ῥητόρων οὐχ ἧττον δέκα· καὶ ἡ Μελίτη σπουδῇ πρὸς τὴν ἀπολογίαν παρεσκεύαστο.
7.2 Ἐπεὶ δὲ ἐπαύσαντο λέγοντες, αἰτήσας κἀγὼ λόγον “ἀλλ̓ οὗτοι μὲν” ἔφην “ληροῦσι πάντες, καὶ οἱ Θερσάνδρῳ καὶ οἱ Μελίτῃ συνειπόντες· ἐγὼ δὲ πᾶσαν ὑμῖν ἐρῶ τὴν ἀλήθειαν.
7.3 Ἦν ἐρωμένη μοι πάλαι Βυζαντία μὲν γένος, Λευκίππη δὲ τοὔνομα. Ταύτην τεθνάναι δοκῶν ʽἥρπαστο γὰρ ὑπὸ λῃστῶν ἐν Αἰγύπτᾠ Μελίτῃ περιτυγχάνω, κἀκεῖθεν ἀλλήλοις συνόντες ἥκομεν ἐνταῦθα κοινῇ καὶ τὴν Λευκίππην εὑρίσκομεν Σωσθένει δουλεύουσαν διοικητῇ τινι τῶν Θερσάνδρου χωρίων.
7.4 Ὅπως δὲ τὴν ἐλευθέραν ὁ Σωσθένης εἶχε δούλην ἢ τίς ἡ κοινωνία τοῖς λῃσταῖς πρὸς αὐτόν, ὑμῖν καταλείπω σκοπεῖν. Ἐπεὶ τοίνυν ἔμαθεν ἡ Μελίτη τὴν προτέραν εὑρόντα με γυναῖκα, φοβηθεῖσα μὴ πρὸς αὐτὴν ἀποκλίναιμι τὸν νοῦν, συμβουλεύεται τὴν ἄνθρωπον ἀνελεῖν.
7.5 Κἀμοὶ συνεδόκει ʽτί γὰρ οὐ δεῖ τἀληθῆ λέγειν;ʼ ἐπεὶ τῶν αὑτῆς με κύριον ἀποφανεῖν ὑπισχνεῖτο. Μισθοῦμαι ἕνα δή τινα πρὸς τὸν φόνον, ἑκατὸν δ’ ὁ μισθὸς ἦν τοῦ φόνου χρυσοῖ. Καὶ ὁ μὲν δὴ τὸ ἔργον δράσας οἴχεται κἀκ τότε γέγονεν ἀφανής, ἐμὲ δὲ ὁ ἔρως εὐθὺς ἠμύνατο.
7.6 Ὡς γὰρ ἔμαθον ἀνῃρημένην, μετενόουν καὶ ἔκλαον καὶ ἤρων καὶ νῦν ἐρῶ. Διὰ τοῦτο ἐμαυτοῦ κατεῖπον, ἵνα με πέμψητε πρὸς τὴν ἐρωμένην· οὐ γὰρ φέρω νῦν ζῆν, καὶ μιαιφόνος γενόμενος καὶ φιλῶν ἣν ἀπέκτεινα.”
8.1 Ταῦτα εἰπόντος ἐμοῦ πάντας ἔκπληξις κατέσχε ἐπὶ τῷ παραλόγῳ τοῦ πράγματος, μάλιστα δὲ τὴν Μελίτην. Καὶ οἱ μὲν τοῦ Θερσάνδρου ῥήτορες μεθ̓ ἡδονῆς ἀνεβόησαν ἐπινίκιον, οἱ δὲ τῆς Μελίτης ἀνεπύθοντο τίνα ταῦτα εἴη τὰ λεχθέντα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme