Thesauros Literature novel τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα

τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα

τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα Achilles Tatius

Book 7

8.2 Ἡ δὲ τὰ μὲν ἐτεθορύβητο, τὰ δὲ ἠρνεῖτο, τὰ δὲ διηγεῖτο σπουδῇ μάλα καὶ σαφῶς, τὴν μὲν Λευκίππην εἰδέναι λέγουσα καὶ ὅσα εἶπον, ἀλλὰ τόν γε φόνον οὔ· ὥστε κἀκείνους διὰ τὸ τὰ πλείω μοι συνᾴδειν ὑπόνοιαν ἔχειν κατὰ τῆς Μελίτης καὶ ἀπορεῖν ὅτῳ χρήσαιντο λόγῳ πρὸς τὴν ἀπολογίαν.
9.1 Ἐν τούτῳ δὲ ὁ Κλεινίας θορύβου πολλοῦ κατὰ τὸ δικαστήριον ὄντος ἀνελθὼν “κἀμοί τινα λόγον” εἶπε “συγχωρήσατε· περὶ γὰρ ψυχῆς ἀνδρὸς ὁ ἀγών.”
9.2 Ὡς δὲ ἔλαβε, δακρύων γεμισθεὶς “ἄνδρεσ” εἶπεν “Ἐφέσιοι, μὴ προπετῶς καταγνῶτε θάνατον ἀνδρὸς ἐπιθυμοῦντος ἀποθανεῖν, ὅπερ φύσει τῶν ἀτυχούντων ἐστὶ φάρμακον· κατέψευσται γὰρ ἑαυτοῦ τὴν τῶν ἀδικούντων αἰτίαν, ἵνα πάθῃ τὴν τῶν δυστυχούντων τιμωρίαν.
9.3 Ἃ δὲ ἠτύχησε διὰ βραχέων ἐρῶ. Ἐρωμένην εἶχεν, ὡς εἶπεν· τοῦτο γὰρ οὐκ ἐψεύσατο· καὶ ὅτι λῃσταὶ ταύτην ἥρπασαν καὶ τὰ περὶ Σωσθένους καὶ πάνθ’ ὅσα πρὸ τοῦ φόνου διηγήσατο, πέπρακται τὸν τρόπον τοῦτον.
9.4 Αὕτη γέγονεν ἐξαίφνης ἀφανής, οὐκ οἶδ’ ὅπως, οὔτ’ εἴ τις ἀπέκτεινεν αὐτήν, οὔτ’ εἰ ζῇ κλαπεῖσα· πλὴν ἓν τοῦτο οἶδα μόνον, τὸν Σωσθένην αὐτῆς ἐρῶντα καὶ αἰκισάμενον βασάνοις πολλαῖς ἐφ’ οἷς οὐκ ἐτύγχανε, καὶ φίλους ἔχοντα λῃστάς. Οὗτος οὖν ἀνῃρῆσθαι δοκῶν τὴν γυναῖκα ζῆν οὐκέτι θέλει καὶ διὰ τοῦτο ἑαυτοῦ φόνον κατεψεύσατο.
9.5 Ὅτι μὲν γὰρ ἐπιθυμεῖ θανάτου, καὶ αὐτὸς ὡμολόγησε, καὶ ὅτι διὰ λύπην τὴν ἐπὶ τῇ γυναικί. Σκοπεῖτε δὲ εἴ τις ἀποκτείνας τινὰ ἀληθῶς ἐπαποθανεῖν αὐτῷ θέλει καὶ ζῆν δι’ ὀδύνην οὐ φέρει.
9.6 Τίς οὕτω φιλόστοργος φονεύς; ἢ ποῖον μῖσός ἐστιν οὕτω φιλούμενον; Μή, πρὸς θεῶν, μὴ πιστεύσητε, μηδὲ ἀποκτείνητε ἄνθρωπον ἐλέου μᾶλλον ἢ τιμωρίας δεόμενον. Εἰ δὲ αὐτὸς ἐπεβούλευσεν, ὡς λέγει, τὸν φόνον, εἰπάτω τίς ἐστιν ὁ μεμισθωμένος, δειξάτω τὴν ἀνῃρημένην.
9.7 Εἰ δὲ μήθ’ ὁ ἀποκτείνας ἐστὶ μήθ’ ἡ ἀνῃρημένη, τίς ἤκουσε πώποτε τοιοῦτον φόνον; “Ἤρων” φησὶ “Μελίτης· διὰ τοῦτο Λευκίππην ἀπέκτεινα.” Πῶς οὖν Μελίτης φόνον κατηγορεῖ, ἧς ἤρα, διὰ Λευκίππην δὲ νῦν ἀποθανεῖν ἐθέλει, ἣν ἀπέκτεινεν;

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme