Thesauros Literature novel τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα

τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα

τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα Achilles Tatius

Book 8

9.4 Ἔπειτα κἀν τοῖς γυμνασίοις ἑωρῶμεν πῶς τὸ σῶμα ὑπηλείφετο καὶ πῶς πλέκτρον περιέβαινε καὶ τοὺς μὲν νεανίσκους, οἷς προσεπάλαιε, πρὸς τοὺς ἀνδρειοτέρους μάλιστα συμπλεκόμενος· οὕτως αὑτοῦ κέχρηται καὶ τῷ σώματι.
9.5 Ταῦτα μὲν οὖν ὡραῖος ὥν· ἐπεὶ δὲ εἰς ἄνδρας ἧκε, πάντα ἀπεκάλυψεν, ἃ τότε ἀπέκρυπτε. Καὶ τοῦ μὲν ἄλλου σώματος ἔξωρος γενόμενος ἠμέλησε, μόνην δὲ τὴν γλῶτταν εἰς ἀσέλγειαν ἀκονᾷ καὶ τῷ στόματι χρῆται πρὸς ἀναισχυντίαν, ὑβρίζων πάντας, ἐπὶ τῶν προσώπων φέρων τὴν ἀναίδειαν, ὃς οὐκ ᾐδέσθη τὸν ὑφ’ ὑμῶν ἱερωσύνῃ τετιμημένον οὕτως ἀπαιδεύτως βλασφημῶν ὑμῶν ἐναντίον.
9.6 Ἀλλ’ εἰ μὲν ἄλλῃ που βεβιωκὼς ἔτυχον καὶ μὴ παρ’ ὑμῖν, ἔδει μοι λόγων περὶ ἐμαυτοῦ καὶ τῶν ἐμοὶ βεβιωμένων· ἐπεὶ δὲ σύνιστέ μοι πόρρω τῶν τούτου βλασφημιῶν τὸν βίον ἔχοντι, φέρε εἴπω πρὸς ὑμᾶς περὶ ὧν ἐγκέκλημαι.
9.7 “Ἔλυσασ” φησὶ “τὸν θανάτου κατεγνωσμένον” καὶ ἐπὶ τούτῳ πάνυ δεινῶς ἐσχετλίασε, τύραννον ἀποκαλῶν με καὶ ὅσα δὴ κατετραγῴδησέ μου. Ἔστι δὲ οὐχ ὁ σώζων τοὺς συκοφαντηθέντας τύραννος, ἀλλ’ ὁ τοὺς μηδὲν ἀδικοῦντας μήτε βουλῆς μήτε δήμου κατεγνωκότος.
9.8 Ἢ κατὰ ποίους νόμους, εἰπέ, τοῦτον τὸν ξένον νεανίσκον κατέκλεισας πρῶτον εἰς τὸ δεσμωτήριον; Τίς προέδρων κατέγνω; Ποῖον δικαστήριον ἐκέλευσε δεθῆναι τὸν ἄνθρωπον; Ἔστω γὰρ πάντα ἀδικήσας, ὅσα ἂν εἴπῃς, ἀλλὰ κριθήτω πρῶτον, ἐλεγχθήτω λόγου μεταλαβών. Ὁ νόμος αὐτόν, ὁ καὶ σοῦ καὶ πάντων κύριος, δησάτω.
9.9 Οὐδενὸς γὰρ οὐδείς ἐστιν ἄνευ κρίσεως δυνατώτερος. Κλεῖσον οὖν τὰ δικαστήρια, κάθελε τὰ βουλευτήρια, ἔκβαλε τοὺς στρατηγούς. Πάντα γὰρ ὅσα σὺ πρὸς τὸν πρόεδρον εἴρηκας ἔοικα δικαιότερον ἐρεῖν κατὰ σοῦ ἀληθῶς. Ὑπανάστηθι Θερσάνδρῳ, πρόεδρε. Μέχρι μόνων ὀνομάτων πρόεδρος εἶ.
9.10 Οὗτος τὰ σὰ ποιεῖ, μᾶλλον δὲ ὅσα οὐδὲ σύ. Σὺ μὲν γὰρ συμβούλους ἔχεις, καὶ οὐδὲν ἄνευ τούτων ἔξεστί σοι· ἀλλ’ οὔτε τι τῆς ἐξουσίας δράσειας ἂν πρὶν ἐλθεῖν ἐπὶ τοῦτον τὸν θρόνον, οὔτε ἐπὶ τῆς σῆς οἰκίας ποτὲ δεσμὸν ἀνθρώπου κατέγνως. Ὁ δὲ γενναῖος οὗτος πάντα ἑαυτῷ γίνεται,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme