Thesauros Literature novel τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα

τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα

τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα Achilles Tatius

Book 8

5.7 Ἐφιλοσοφήσαμεν, πάτερ, τὴν ἀποδημίαν· ἐδίωξε γὰρ ἡμᾶς ἔρως, καὶ ἦν ἐραστοῦ καὶ ἐρωμένης φυγή· ἀποδημήσαντες γεγόναμεν ἀλλήλων ἀδελφοί. Εἴ τις ἄρα ἐστὶν ἀνδρὸς παρθενία, ταύτην κἀγὼ μέχρι τοῦ παρόντος πρὸς Λευκίππην ἔχω· ἡ μὲν γὰρ ἤρα ἐκ πολλοῦ τοῦ τῆς Ἀρτέμιδος ἱεροῦ.
5.8 Δέσποινα Ἀφροδίτη, μὴ νεμεσήσῃς ἡμῖν ὡς ὑβρισμένη· οὐκ ἠθέλομεν ἀπάτορα γενέσθαι τὸν γάμον. Πάρεστιν οὖν ὁ πατήρ· ἧκε καὶ σύ· εὐμενὴς ἡμῖν ἤδη γενοῦ.”
5.9 Ταῦτα ἀκούοντες ὁ μὲν ἱερεὺς ἐκεχήνει θαυμάζων ἕκαστον τῶν λεγομένων, ὁ δὲ Σώστρατος καὶ ἐπεδάκρυεν, ὁπότε κατὰ Λευκίππην ἐγεγόνειν. Καὶ ἐπεί ποτε ἐπαυσάμην “τὰ μὲν ἡμέτερα” εἶπον “ἠκούσατε· ἓν δὲ αἰτῶ μαθεῖν κἀγὼ παρὰ σοῦ, ἱερεῦ, μόνον· τί ποτέ ἐστιν ὃ τελευταῖον ἀπιὼν ὁ Θέρσανδρος κατὰ Λευκίππης προσέθηκε, σύριγγα εἰπών;” “Ἀλλὰ σύ γε” ἔφη “καλῶς ἀνήρου· καὶ γὰρ εἰδότας ἡμᾶς τὰ περὶ τὴν σύριγγα τοῖς παροῦσιν ὅμως ἁρμόσασθαι προσήκει· κἀγὼ τὸν σὸν ἀμείψομαι μῦθον.”
6.1 “Ὁρᾷς τουτὶ τὸ ἄλσος τὸ κατόπιν τοῦ νεώ. Ἐνθάδε ἐστὶ σπήλαιον ἀπόρρητον γυναιξί, καθαραῖς δὲ εἰσελθούσαις οὐκ ἀπόρρητον παρθένοις· ἀνάκειται δὲ σύριγξ ὀλίγον ἔνδον τῶν τοῦ σπηλαίου θυρῶν.
6.2 Εἰ μὲν οὖν τὸ ὄργανον καὶ παρ’ ὑμῖν ἐπιχωριάζει τοῖς Βυζαντίοις, ἴστε ὃ λέγω· εἰ δέ τις ὑμῶν ἧττον ὡμίλησε ταύτῃ τῇ μουσικῇ, φέρε καὶ οἷόν ἐστιν εἴπω καὶ τὸν τοῦ Πανὸς πάντα μῦθον.
6.3 Ἡ σύριγξ αὐλοὶ μέν εἰσι πολλοί, κάλαμος δὲ τῶν αὐλῶν ἕκαστος· αὐλοῦσι δὲ οἱ κάλαμοι πάντες ὥσπερ αὐλὸς εἷς· σύγκεινται δὲ στοιχηδὸν ἄλλος ἐπ’ ἄλλον ἡνωμένος.
6.4 Τὸ πρόσωπον ἰσοστάσιον καὶ τὸ νῶτον, καὶ ὅσοι εἰσὶ τῶν καλάμων βραχὺ μικρῷ λειπόμενοι, τούτων μείζων ὁ μετὰ τοῦτον, καὶ ἐπὶ τῷ δευτέρῳ τοσοῦτον, ὅσον τοῦ δευτέρου μείζων ὁ μετὰ τοῦτον τρίτος, καὶ κατὰ λόγον οὕτως ὁ λοιπὸς τῶν καλάμων χορὸς ἕκαστον τοῦ πρόσθεν ἴσον ἔχων, τὸ δὲ ἔσω μέσον ἐστὶ τῷ περιττῷ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme