Thesauros Literature novel De Chaerea et Callirhoe

De Chaerea et Callirhoe

De Chaerea et Callirhoe Chariton

Book 1

1.8 “δὸς ἄνδρα τοῦτον ὃν ἔδειξας.” Νὺξ ἐπῆλθεν ἀμφοτέροις δεινή· τὸ γὰρ πῦρ ἐξεκάετο. Δεινότερα δ᾽ ἔπασχεν ἡ παρθένος διὰ τὴν σιωπήν, αἰδουμένη κατάφωρος γενέσθαι· Χαιρέας δὲ νεανίας εὐφυὴς καὶ μεγαλόφρων, ἤδη τοῦ σώματος αὐτῷ φθίνοντος, ἀπετόλμησεν εἰπεῖν πρὸς τοὺς γονεῖς ὅτι ἐρᾷ καὶ οὐ βιώσεται τοῦ Καλλιρρόης γάμου μὴ τυχών.
1.9 Ἐστέναξεν ὁ πατὴρ ἀκούσας καὶ “οἴχῃ δή μοι, τέκνον· δῆλον γάρ ἐστιν ὅτι Ἑρμοκράτης οὐκ ἂν δοίη σοὶ τὴν αὑτοῦ θυγατέρα τοσούτους ἔχων μνηστῆρας πλουσίους καὶ βασιλεῖς. Οὔκουν οὐδὲ πειρᾶσαι σε δεῖ, μὴ φανερῶς ὑβρισθῶμεν.” Εἶθ’ ὁ μὲν πατὴρ παρεμυθεῖτο τὸν παῖδα, τῷ δ’ ηὔξετο τὸ κακόν, ὥστε μηδ’ ἐπὶ τὰς συνήθεις προϊέναι διατριβάς.
1.10 Ἐπόθει δὲ τὸ γυμνάσιον Χαιρέαν καὶ ὥσπερ ἔρημον ἦν· ἐφίλει γὰρ αὐτὸν ἡ νεολαία. Πολυπραγμονοῦντες δὲ τὴν αἰτίαν ἔμαθον τῆς νόσου, καὶ ἔλεος πάντας εἰσῄει μειρακίου καλοῦ κινδυνεύοντος ἀπολέσθαι διὰ πάθος ψυχῆς εὐφυοῦς.
1.11 Ἐνέστη νόμιμος ἐκκλησία. Συγκαθεσθεὶς οὖν ὁ δῆμος τοῦτο πρῶτον καὶ μόνον ἐβόα “καλὸς Ἑρμοκράτης μέγας στρατηγός, σῶζε Χαιρέαν. Τοῦτο πρῶτον τῶν τροπαίων. Ἡ πόλις μνηστεύεται τοὺς γάμους
1.12 σήμερον ἀλλήλων ἀξίων.” Τίς ἂν μηνύσειε τὴν ἐκκλησίαν ἐκείνην, ἧς ὁ Ἔρως ἦν ὁ δημαγωγός; Ἀνὴρ δὲ φιλόπατρις Ἑρμοκράτης ἀντειπεῖν οὐκ ἐδυνήθη τῇ πόλει δεομένῃ. Κατανεύσαντος δ’ αὐτοῦ πᾶς ὁ δῆμος ἐξεπήδησε τοῦ θεάτρου, καὶ οἱ μὲν νέοι ἀπῄεσαν ἐπὶ Χαιρέαν, ἡ βουλὴ δὲ καὶ οἱ ἄρχοντες ἠκολούθουν Ἑρμοκράτει·
1.13 παρῆσαν δὲ καὶ αἱ γυναῖκες αἱ Συρακουσίων ἐπὶ τὴν οἰκίαν νυμφαγωγοῦσαι. Ὑμέναιος ᾔδετο κατὰ πᾶσαν τὴν πόλιν· μεσταὶ δὲ αἱ ῥύμαι στεφάνων, λαμπάδων· ἐρραίνετο τὰ πρόθυρα οἴνῳ καὶ μύροις. Ἡδίονα ταύτην τὴν ἡμέραν ἤγαγον οἱ Συρακούσιοι τῆς τῶν ἐπινικίων.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme