Thesauros Literature novel De Chaerea et Callirhoe

De Chaerea et Callirhoe

De Chaerea et Callirhoe Chariton

Book 2

2.3 Ἡσυχῆ δὲ διελάλουν πρὸς ἀλλήλας “καλὴ μὲν ἡ δέσποινα ἡμῶν καὶ περιβόητος· ταύτης δὲ ἂν θεραπαινὶς ἔδοξεν.” Ἐλύπει τὴν Καλλιρρόην ὁ ἔπαινος καὶ τοῦ μέλλοντος οὐκ ἀμάντευτος ἦν. Ἐπεὶ δὲ ἐλέλουτο καὶ τὴν κόμην συνεδέσμουν, καθαρὰς αὐτῇ προσήνεγκαν ἐσθῆτας· ἡ δὲ οὐ πρέπειν ἔλεγε ταῦτα τῇ νεωνήτῳ.
2.4 “Χιτῶνά μοι δότε δουλικόν· καὶ γὰρ ὑμεῖς ἐστέ μου κρείττονες.” Ἐνεδύσατο μὲν οὖν τι τῶν ἐπιτυχόντων· κἀκεῖνο δὲ ἔπρεπεν αὐτῇ καὶ πολυτελὲς ἔδοξε καταλαμπόμενον ὑπὸ κάλλους.
2.5 Ἐπεὶ δὲ ἠρίστησαν αἱ γυναῖκες, λέγει ἡ Πλαγγὼν “ἐλθὲ πρὸς τὴν Ἀφροδίτην καὶ εὖξαι περὶ σαυτῆς· ἐπιφανὴς δέ ἐστιν ἐνθάδε ἡ θεός, καὶ οὐ μόνον οἱ γείτονες, ἀλλὰ καὶ οἱ ἐξ ἄστεος παραγινόμενοι θύουσιν αὐτῇ. Μάλιστα δὲ ἐπήκοος Διονυσίῳ· ἐκεῖνος οὐδέποτε
2.6 παρῆλθεν αὐτήν.” Εἶτα διηγοῦντο τῆς θεοῦ τὰς ἐπιφανείας καί τις εἶπε τῶν ἀγροίκων “δόξεις, ὦ γύναι, θεασαμένη τὴν Ἀφροδίτην εἰκόνα βλέπειν σεαυτῆς.” Ἀκούσασα δὲ ἡ Καλλιρρόη δακρύων ἐνεπλήσθη καὶ λέγει πρὸς ἑαυτὴν “Οἴμοι τῆς συμφορᾶς, κἀνταῦθά ἐστιν Ἀφροδίτη θεὸς ἡ ἐμοὶ τῶν πάντων κακῶν αἰτία. Πλὴν ἄπειμι, θέλω γὰρ αὐτὴν πολλὰ μέμψασθαι.”
2.7 Τὸ δὲ ἱερὸν πλησίον ἦν τῆς ἐπαύλεως παρ’ αὐτὴν τὴν λεωφόρον. Προσκυνήσασα δὲ ἡ Καλλιρρόη καὶ τῶν ποδῶν λαβομένη τῆς Ἀφροδίτης “σύ μοι” φησὶ “πρώτη Χαιρέαν ἔδειξας, συναρμόσασα δὲ καλὸν ζεῦγος οὐκ ἐτήρησας· καίτοιγε ἡμεῖς σε ἐκοσμοῦμεν.
2.8 Ἐπεὶ δὲ οὕτως ἐβουλήθης, μίαν αἰτοῦμαι παρὰ σοῦ χάριν· μηδενί με ποιήσῃς μετ’ ἐκεῖνον ἀρέσαι.” Πρὸς τοῦτο ἀνένευσεν ἡ Ἀφροδίτη· μήτηρ γάρ ἐστι τοῦ Ἔρωτος, καὶ πάλιν ἄλλον ἐπολιτεύετο γάμον, ὃν οὐδὲ αὐτὸν ἔμελλε τηρήσειν. Ἀπαλλαγεῖσα δὲ ἡ Καλλιρρόη λῃστῶν καὶ θαλάσσης τὸ ἴδιον κάλλος ἀνελάμβανεν, ὥστε θαυμάζειν τοὺς ἀγροίκους καθ’ ἡμέραν εὐμορφοτέρας αὐτῆς βλεπομένης.
3.1 Ὁ δὲ Λεωνᾶς, καιρὸν ἐπιτήδειον εὑρών, Διονυσίῳ λόγους προσήνεγκε τοιούτους “ἐν τοῖς παραθαλασσίοις, ὦ δέσποτα, χωρίοις οὐ γέγονας ἤδη χρόνῳ πολλῷ καὶ ποθεῖ τὰ ἐκεῖ τὴν σὴν ἐπιδημίαν. Ἀγέλας σε δεῖ καὶ φυτείας θεάσασθαι, καὶ ἡ συγκομιδὴ τῶν καρπῶν ἐπείγει.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme