Thesauros Literature novel De Chaerea et Callirhoe

De Chaerea et Callirhoe

De Chaerea et Callirhoe Chariton

Book 2

4.4 Τότ’ ἦν ἰδεῖν ἀγῶνα λογισμοῦ καὶ πάθους. Καίτοι γὰρ βαπτιζόμενος ὑπὸ τῆς ἐπιθυμίας γενναῖος ἀνὴρ ἐπειρᾶτο ἀντέχεσθαι, καθάπερ δὲ ἐκ κύματος ἀνέκυπτε λέγων πρὸς ἑαυτὸν “οὐκ αἰσχύνῃ, Διονύσιε, ἀνὴρ ὁ πρῶτος τῆς Ἰωνίας ἕνεκεν ἀρετῆς τε καὶ δόξης, ὃν θαυμάζουσι σατράπαι καὶ βασιλεῖς καὶ πόλεις, παιδαρίου πράγματα πάσχων; ἅπαξ ἰδὼν ἐρᾷς, καὶ ταῦτα πενθῶν, πρὶν ἀφοσιώσασθαι τοὺς τῆς ἀθλίας δαίμονας.
4.5 Τούτου γε ἧκες εἰς ἀγρὸν ἵνα μελανείμων γάμους θύσῃς, καὶ γάμους δούλης, τάχα δὲ καὶ ἀλλοτρίας; οὐκ ἔχεις γὰρ αὐτῆς οὐδὲ τὴν καταγραφήν.” Ἐφιλονείκει δὲ ὁ Ἔρως βουλευομένου καλῶς καὶ ὕβριν ἐδόκει τὴν σωφροσύνην τὴν ἐκείνου· διὰ τοῦτο ἐπυρπόλει σφοδρότερον ψυχὴν ἐν ἔρωτι φιλοσοφοῦσαν.
4.6 Μηκέτ’ οὖν φέρων μόνος αὑτῷ διαλέγεσθαι, Λεωνᾶν μετεπέμψατο, κληθεὶς δὲ ἐκεῖνος συνῆκε μὲν τὴν αἰτίαν, προσεποιεῖτο δὲ ἀγνοεῖν καὶ ὥσπερ τεταραγμένος “τί” φησὶν “ἀγρυπνεῖς, ὦ δέσποτα; μή τις πάλιν σε λύπη κατείληφε τῆς τεθνηκυίας γυναικός;” “Γυναικὸς μὲν” εἶπεν ὁ Διονύσιος, “ἀλλ’ οὐ τῆς τεθνηκυίας. Οὐδὲν δὲ ἀπόρρητόν ἐστί μοι πρὸς σὲ δι’ εὔνοιάν τε καὶ πίστιν.
4.7 Ἀπολώλεκας, ὦ Λεωνᾶ. Σύ μοι τῶν κακῶν αἴτιος. Πῦρ ἐκόμισας εἰς τὴν οἰκίαν, μᾶλλον δὲ εἰς τὴν ἐμὴν ψυχήν. Ταράσσει δέ με τὸ ἄδηλον τὸ περὶ τῆς γυναικός. Μῦθόν μοι διηγῇ ἔμπορον πτηνόν, ὃν οὐκ οἶδας οὔτ’ ὁπόθεν ἦλθεν οὔθ’ ὅποι πάλιν ἀπῆλθεν. Ἔχων δὲ τίς τοιοῦτον κάλλος ἐν ἐρημίᾳ πιπράσκει ταλάντου τὴν τῶν βασιλέως χρημάτων ἀξίαν; δαίμων σέ τις ἐξηπάτησεν.
4.8 Ἐπίστησον οὖν καὶ ἀναμνήσθητι τῶν γενομένων. Τίνα εἶδες; τίνι ἐλάλησας; εἰπέ μοι τἀληθές. Οὐ πλοῖον ἐθεάσω.” “Οὐκ εἶδον, δέσποτα, ἀλλὰ ἤκουσα.” “Τοῦτο ἐκεῖνο· μία Νυμφῶν ἢ Νηρηίδων ἐκ θαλάσσης ἀνελήλυθε. Καταλαμβάνουσι δὲ καὶ δαίμονας καιροί τινες εἱμαρμένης ἀνάγκην φέροντες ὁμιλίας μετ’ ἀνθρώπων· ταῦτα ἡμῖν ἱστοροῦσι ποιηταί

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme