Book 2
5.6
εἶδον.” “Ἔλεγόν σοι” φησὶ Διονύσιος ἀποβλέψας πρὸς τὸν Λεωνᾶν “ὅτι οὐκ ἔστι δούλη· μαντεύομαι δὲ ὅτι καὶ εὐγενής.” “Εἶπόν μοι, γύναι, πάντα, καὶ πρῶτόν γε τοὔνομα τὸ σόν.” “Καλλιρρόη” φησίν ʽἤρεσε Διονυσίῳ καὶ τοὔνομἀ, τὰ δὲ λοιπὰ ἐσιώπα. Πυνθανομένου δὲ λιπαρῶς “δέομαί σου” φησίν, “ὦ δέσποτα, συγχώρησόν μοι τὴν ἐμαυτῆς τύχην σιωπᾶν.
5.7
Ὄνειρος ἦν τὰ πρῶτα καὶ μῦθος, εἰμὶ δὲ νῦν ὃ γέγονα, δούλη καὶ ξένη.” Ταῦτα λέγουσα ἐπειρᾶτο μὲν λανθάνειν, ἐλείβετο δὲ αὐτῆς τὰ δάκρυα κατὰ τῶν παρειῶν· προήχθη δὲ καὶ ὁ Διονύσιος κλάειν καὶ πάντες οἱ περιεστηκότες· ἔδοξε δ’ ἄν τις καὶ τὴν Ἀφροδίτην αὐτὴν σκυθρωποτέραν γεγονέναι. Διονύσιος δὲ ἐνέκειτο ἔτι μᾶλλον πολυπραγμονῶν καὶ “ταύτην αἰτοῦμαι παρά σου χάριν πρώτην.
5.8
Διήγησαί μοι, Καλλιρρόη, τὰ σεαυτῆς. Οὐ πρὸς ἀλλότριον ἐρεῖς· ἔστι γάρ τις καὶ τρόπου συγγένεια. Μηδὲν φοβηθῇς, μηδ’ εἰ πέπρακταί σοί τι δεινόν.” Ἠγανάκτησεν ἡ Καλλιρρόη πρὸς τοῦτο καὶ “μή με ὕβριζε”
5.9
εἶπεν, “οὐδὲν γὰρ σύνοιδα ἐμαυτῇ φαῦλον. Ἀλλ̓ ἐπεὶ σεμνότερα τἀμὰ τῆς τύχης ἐστὶ τῆς παρούσης, οὐ θέλω δοκεῖν ἀλαζὼν οὐδὲ λέγειν διηγήματα ἄπιστα τοῖς ἀγνοοῦσιν· οὐ γὰρ μαρτυρεῖ τὰ προτοῦ τοῖς νῦν.” Ἐθαύμασεν ὁ Διονύσιος τὸ φρόνημα τῆς γυναικὸς καὶ “συνίημι” φησὶν “ἤδη, κἂν μὴ λέγῃς· εἰπὲ δ’ ὅμως· οὐδὲν γάρ%5περὶ σεαυτῆς ἐρεῖς τηλικοῦτον, ἡλίκον ὁρῶμεν.
5.10
Πᾶν ἐστί σου σμικρότερον λαμπρὸν διήγημα.” Μόλις οὖν ἐκείνη τὰ καθ’ ἑαυτὴν ἤρξατο λέγειν “Ἑρμοκράτους εἰμὶ θυγάτηρ, τοῦ Συρακουσίων στρατηγοῦ. Γενομένην δέ με ἄφωνον ἐξ αἰφνιδίου πτώματος ἔθαψαν οἱ γονεῖς πολυτελῶς. Ἤνοιξαν τυμβωρύχοι τὸν τάφον· εὗρον κἀμὲ πάλιν ἐμπνέουσαν· ἤνεγκαν ἐνθάδε καὶ Λεωνᾷ με τούτῳ παρέδωκε Θήρων ἐπ̓ ἐρημίας.” Πάντα εἰποῦσα μόνον Χαιρέαν ἐσίγησεν.