Book 3
7.4
Καλλιρρόῃ δὲ ὄναρ ἐπέστη Χαιρέας δεδεμένος καὶ θέλων αὐτῇ προσελθεῖν, ἀλλὰ μὴ δυνάμενος· ἀνεκώκυσε δὲ μέγα καὶ διωλύγιον ἐν τοῖς ὕπνοις “Χαιρέα, δεῦρο.” Τότε πρῶτον Διονύσιος ἤκουσεν ὄνομα Χαιρέου. Τῆς γυναικὸς οὖν ταραχθείσης ἐπύθετο “τίς, ὃν ἐκάλεις;” Προύδωκε δὲ αὐτὴν τὰ δάκρυα καὶ τὴν λύπην οὐκ ἐδυνήθη κατασχεῖν, ἀλλ̓ ἔδωκε παρρησίαν τῷ πάθει.
7.5
“Δυστυχὴσ” φησὶν “ἄνθρωπος, ἐμὸς ἀνὴρ ἐκ παρθενίας, οὐδὲ ἐν τοῖς ὀνείροις εὐτυχής· εἶδον γὰρ αὐτὸν δεδεμένον. Ἀλλὰ σὺ μέν, ἄθλιε, τέθνηκας ζητῶν ἐμὲ ʽδηλοῖ γὰρ θάνατόν σου τὰ δεσμἄ, ἐγὼ δὲ ζῶ καὶ τρυφῶ, κατάκειμαι δὲ ἐπὶ χρυσηλάτου κλίνης μετὰ ἀνδρὸς ἑτέρου. Πλὴν οὐκ εἰς μακρὰν ἀφίξομαι πρὸς σέ.
7.6
Εἰ καὶ ζῶντες ἀλλήλων οὐκ ἀπελαύσαμεν, ἀποθανόντες ἀλλήλους ἕξομεν.” Τούτων τῶν λόγων ἀκούσας ὁ Διονύσιος ποικίλας ἐλάμβανε γνώμας· ἥπτετο μὲν γὰρ αὐτοῦ ζηλοτυπία διότι καὶ νεκρὸν ἐφίλει Χαιρέαν, ἥπτετο δὲ καὶ φόβος μὴ ἑαυτὴν ἀποκτείνῃ· ἐθάρρει δ’ ὅμως ὅτι ὁ πρῶτος ἀνὴρ ἐδόκει τεθνηκέναι τῇ γυναικί· μὴ γὰρ ἀπολείψειν αὐτὴν Διονύσιον, οὐκ ὄντος ἔτι Χαιρέου.
7.7
Παρεμυθεῖτο τοίνυν ὡς δυνατὸν μάλιστα τὴν γυναῖκα καὶ ἐπὶ πολλὰς ἡμέρας παρεφύλαττε, μὴ ἄρα τι δεινὸν ἑαυτὴν ἐργάσηται. Περιέσπασε δὲ τὸ πένθος ἐλπὶς τοῦ τάχα ζῆν ἐκεῖνον καὶ ψευδόνειρον αὐτὴν γεγονέναι· τὸ δὲ πλέον ἡ γαστήρ· ἑβδόμῳ γὰρ μηνὶ μετὰ τοὺς γάμους υἱὸν ἔτεκε τῷ μὲν δοκεῖν ἐκ Διονυσίου, Χαιρέου δὲ ταῖς ἀληθείαις. Ἑορτὴν μεγίστην ἤγαγεν ἡ πόλις καὶ πρεσβεῖαι ἀφίκοντο πανταχόθεν Μιλησίοις συνηδομένων ὅτι τὸ γένος αὔξει τὸ Διονυσίου. Κἀκεῖνος ὑπὸ τῆς χαρᾶς πάντων παρεχώρησε τῇ γυναικὶ καὶ δέσποιναν αὐτὴν ἀπέδειξε τῆς οἰκίας. Ἀναθημάτων ἐνέπλησε τοὺς νεώς, πανδημεὶ τὴν πόλιν εἱστία θυσίαις.
8.1
Ἀγωνιῶσα δὲ Καλλιρρόη μὴ προδοθῇ τὸ ἀπόρρητον αὐτῆς, ἠξίωσεν ἐλευθερωθῆναι Πλαγγόνα, τὴν μόνην αὐτῇ συνειδυῖαν ὅτι πρὸς Διονύσιον ἦλθεν ἐγκύμων, ἵνα μὴ μόνον ἐκ τῆς γνώμης ἀλλὰ καὶ ἐκ τῆς τύχης ἔχῃ τὸ πιστὸν παρ’ αὐτῆς. “Ἄσμενοσ” εἶπεν ὁ Διονύσιος “ἀμείβομαι Πλαγγόνα διακονίας ἐρωτικῆς.